Ancient Greek
448.10
Aristaenetus, Epistulae 448.10
Unproofread scanNot analysed yet
οὐ τίς τοι θεός εἰμι· τί μ’ ἀθανάτοισιν εἴσαεις; ἐγὼ δὲ οὐδ’ ἂν ἐν ἀνθρώποις εἶναι φαίην ἂν ὅλως, ἔως ἂν Ἰαμβλίχῳ μὴ συνῶ. ἀλλ’ ἐραστὴς μὲν εἶναι σὸς δμολογῶ, καθάπερ ἐκεῖνος τοῦ Τηλεμάχου πατήρ· κἂν γὰρ ἀνέξιόν με λέγην τις εἶναι, οὐδὲ οὕτω τοῦ ποθεῖν ἀφαιρήσεται, ἐπεὶ καὶ ἀγαλμάτων καλῶν ἀκούω πολλοὺς ἐραστάς γενέσθαι μὴ μόνον τοῦ δημιουργοῦ τὴν τέχνην μὴ βλάπτοντας, ἀλλὰ καὶ τῷ περὶ αὐτὰ πάθει