Ancient Greek
451.3
Aristaenetus, Epistulae 451.3
Unproofread scanNot analysed yet
(11) Ἀλλὰ τὰ μὲν ὑπὲρ τῆς πόλεως δίκαια καὶ τῶν ῥητόρων, εἰ μόνον ἀκούειν ἐθελοις καὶ λέγειν αὐτοῖς ἐπιτραπεῖν τὴν δίκην, ἕς ὑπαρχῃς πέυσῃ, καὶ τὸ παραστάν ἐκ τῶν λεγομένων ὁρθῶς κριθήσεταί. ὅτι δὲ χρή καὶ τοῖς τὴν πρεσβείαν ταύτην προσάγουσι δι' ἡμῶν πεισθῆναι, μικρὰ προσθεῖναι χρή περὶ αὐτῶν. (12) Διογένης μέντοι καὶ Λαμπρίας φιλοσοφοῦσι μὲν, εἴπερ τις ἄλλος τῶν καθ' ἡμᾶς, τῆς πολιτείας δὲ τὰ μὲν ἔννομα καὶ κερδαλέα διαπεφεύγασιν· τῇ πατρίδι δὲ ὑπάρχειν δει κατὰ δύναμιν προθυμοῦνται, ὅταν ἡ πόλις ἂν χρεία μεγάλη γένηται, τότε δητορεύουσι καὶ πολιτεύονται καὶ πρεσβεύουσι καὶ δαπανῶσιν ἐκ τῶν ὑπαρχόντων προθύμως, ἔργοις ἀπολογούμενοι τὰ φιλοσοφίας ὀνειδὴ καὶ τὸ δοκεῖν ἀχρήστους εἶναι ταῖς πόλεσι τοὺς μετιόντας φιλοσοφίαν ψευδὸς ἐλέγχοντες. (13) χρήται γὰρ αὐτοῖς ἢ τε πατρίς εἰς ταῦτα, καὶ πειρῶνται βοηθεῖν αἰτία τοῦ δικαίου δι' ἡμῶν, ἡμεῖς δὲ αὐθὶς διὰ σοῦ. τοῦτο γὰρ καὶ μόνον λείπεται τοῖς ἀδικοῦμένοις εἰς τὸ σωθῆναι, τὸ τυχὲν δικαστῷ κρίνειν τε ἐθελόντος καὶ δυναμένου καλῶς· ὁπότερον γὰρ ἂν ἀπὴ τούτων, ἐξαπατηθέντος ἢ καταπροδόντος αὐτοῦ τὸ δίκαιον οἴχεσθαι πάντως ἀνάγκη. (14) ἀλλ' ἐπειδὴ νῦν ἡμῖν τὰ μέν τῶν δικαστῶν ὑπάρχει κατ' εὐχάς, λέγειν δὲ οὐκ ἔνι μὴ τότε ἐφέντας,