Ancient Greek
455.1
Aristaenetus, Epistulae 455.1
Unproofread scanNot analysed yet
δὲ σε σὺν Ἀσκληπιῷ πάντες οἱ θεοί, καὶ πάλιν ἡμῖν συντυχεῖν δόξεν. Ἰαμβλίχῳ. Αἰσθάνομαί σου τῆς ἐν τῇ μέμφει γλυκύτητος, καὶ ὡς ἕκαστερον ἐξ ἴσου πράττεις, καὶ ὅς γράφεις τιμῶν καὶ ὅς ἔγκαλεῖς παιδεύων· ἐγὼ δὲ εἰ μὲν τι συνηξεν ἐμαυτῷ τοῦ πρὸς σε γιγνομένου καὶ κατὰ μικρὸν ἐλλιπόντι, πάντως ἂ προφάσεις εὐλόγους εἴπὼν ἐπειρώμην ἂν τὴν μέμφιν ἐκκλίνειν, ἢ συγγνώμην αἰτεῖν οὐχ ἡρνοῦμην, ἐπεὶ μηδὲ ἄλλως ἀσύγνωστον οἶδ᾽ σε πρὸς τοὺς σοὺς, εἰ τι τῶν πρὸς σε φιλικῶν ἐξῆμαρτον ἄκοντας. (2) νῦν δὲ (οὐ γὰρ ἤν οὔτε σὲ παρορθῆναι θέμς οὔτε ἡμᾶς ἀμελεῖν, ἵνα τύχοιμεν ὧν ἀεὶ ζητοῦντες ποιοῦμεν) φέρε σοι καθάπερ ἐν ὧρᾳ γραφῆς ἀπολογήσομαι, καὶ δεῖξω μηδὲν ἐμαυτὸν ὧν ἐχρῆν εἰς σὲ παριδεῖν ἀλλὰ μηδ᾽ ἀμελῆσαι τολμήσαντα.