Ancient Greek
459.4 to 460.2
Aristaenetus, Epistulae 459.4-460.2
Unproofread scanNot analysed yet
μγ’. Διβανιῶρ. Ἄρτι μοι παυσασμένῳ τῆς χαλεπῆς πᾶν καὶ ταχείας νόσου τῇ τοῦ πάντα ἐφορώντος προνοίᾳ γράμματα εἰς χεῖρας ἦλθεν ὑμέτερα, καθ’ ἣν ἡμέραν πρῶτον ἐλουσάμην. δεῖλως ἤδη ταῦτα ἀναγνοὺς, οὐχ ἂν εἴποις ῥαδίως ὅπως ἐφωννύμην, αἰσθανόμενος τῆς σῆς ἀχραιφνοῦς καὶ καθαρᾶς εὐνοίας, ἥς εἴγε γενομένη ἀξιος, ὡς ἂν μὴ κατασχύναιμι τὴν σὴν φιλίαν. (2) τὰς μέν οὖν ὑμετέρας ἐπιστολὰς εὐθὺς ἀνέγνων, καίπερ οὐ σφόδρα τοῦτο ποιεῖν δυνάμενος, τὰς δὲ τοῦ Ἀντωνίου πρὸς τὸν Ἀλέξανδρον εἰς τὴν ὑστεραίαν ἐταμειεύσαμην. ἔχειν ἐδόμη σοι ταῦτα ἔγραφον ἡμέρα, κατὰ λόγον μοι τῆς βιώσεως προχωρούσης διὰ τὴν τοῦ θεοῦ προμήθειαν. σῴζοί μοι, ποθεινότατε καὶ φιλικώτατε ἀδελφέ. μδ'. Ζήνωνι. Πολλὰ μὲν καὶ ἄλλα σοι μαρτυρεῖ καὶ τῆς ἰατρικῆς τέχνης εἰς τὰ πρῶτα ἀνῆκειν, καὶ ἦθος καὶ ἐπιεικείας καὶ βίου σωφροσύνης συμφώνως πρὸς τὴν τέχνην ἔχειν, νῦν δὲ προσῆλθε τὸ κεφάλαιον τῆς μαρτυρίας. τὴν τῶν Ἀλεξανδρέων πόλιν ἄπὸν ἐπιστρέφεις εἰς σεαυτὸν τοσοῦτον αὐτῇ κέντρον ὥσπερ μέλιττα καταλέλοιπας. εἰκότως· καλῶς γὰρ εἰρήθαι καὶ Ὁμήρῳ δοκεῖ τὸ