Ancient Greek
468.4
Aristaenetus, Epistulae 468.4
Unproofread scanNot analysed yet
νζ’. Ἑλπίδιω φιλοσόφῳ. Ἔστι καὶ μικροῦ γράμματος ἡδονὴ μειζών, ὅταν ὁ τοῦ γράφοντος εὔνοια μὴ τῇ τῆς ἐπιστολῆς σμικρότητι μᾶλλον ἢ τῷ τῆς ψυχῆς μεγέθει μετρήται· εἰ δὲ δὴ καὶ νῦν βραχέα τὰ τῆς προσρήσεως δι’ ἡμῶν γένηται, μηδ’ οὕτω τὸν ἐπ’ αὐτοῖς πόλον τεκμηριώση, ἀλλ’ εἰδὼς ἐγ’ ὅσον ὁ παρ’ ἡμῶν ἔρος ἐπὶ σοὶ τέταται, τῇ μὲν τοῦ γράμματος βραχύτητι συγγνώμην νέμε, τοῖς ἴσοις δὲ ἡμᾶς ἀμελδεσθαι μὴ κατόχνει. πᾶν γὰρ ὅ τι ἂν διδῶς κἂν μικρὸν ἦ, παντὸς ἀγαθοῦ γνώρισμα παρ’ ἡμῖν σώζει.