Ancient Greek
472.2
Aristaenetus, Epistulae 472.2
Unproofread scanNot analysed yet
18 Ἄλλ' ὁ δέσποις Ἀλέξανδρος ἐκ τίνων ἐφάνη σοι τῃλικούτος; ἂρ' ὅτι μιμητὴς αὐτοῦ γενόμενος ἐζήλωσας δσα ἐκεῖνον τὸ μειράκιον ὁ Ἑρμῶλαος ὤνειδισεν; ἢ τοῦτο μὲν οὐδεὶς οὕτως ἐστὶν ἀνόητος ὡς ὑπονοῆσαι περὶ σοῦ· τοῦναντίον δὲ καὶ ὅπερ ἀπωδύρετο παθὼν Ἑρμῶλαος, καὶ διόπερ διενωεῖτο τὸν Ἀλέξανδρον, ὡς φασιν, ἀποκτεῖναι, τοῦτο δὲ οὐδεὶς ὅστις πεπεισμένος οὐχ ἔστι περὶ σοῦ. 19 πολλῶν δὲ ἐγὼ νῇ τοὺς θεοὺς καὶ σφόδρα σε φαμένον φιλεῖν ἀρχῆσα πολλὰ ὑπὲρ ταύτης ἀπολογουμένων τῆς ἀμαρτίας, ἥδη δὲ τινος καὶ ἀπι-στοῦντος. ἀλλ' οὕτως ἐστὶν ἡ μία χελιδών· οὐ ποιεῖ τὸ ἕαρ. ἀλλ' ἴσως ἐκεῖθεν Ἀλέξανδρος ὤφθη σοι μέ-γας, ὅτι Καλλισθένῃ μὲν ἀπέτεινε πικρῶς, Κλείτος δὲ αὐτοῦ τῆς παροινίας ἔργον ἐγένετο, Φιλώτας τε καὶ Παρμενίων καὶ τὸ Παρμενίωνος παιδίον. 20 ἔπειτα τὰ περὶ τὸν Ἕκτορα τὸν ἐν Αἰγύπτῳ τοῦ Νείλου ταῖς δίναις ἢ ταῖς Εὐφράτου (λέγεται γὰρ ἑκάτε-ρον) ἐναποπινέντα καὶ τὰς ἄλλας αὐτοῦ παιδίας σιω-πῶ, μὴ βλασφημεῖν ἄνδρα δοξῶ τὸ κατορθούμενον μὲν οὐδαμῶς ἔχοντα, κράτιστον μέντοι τὰ πολεμικὰ στρατηγῶν· ὧν σὺ κατὰ τὴν προαίρεσιν καὶ κατὰ τὴν ἀνδρείαν ἔλαττον μετέχεις ἢ τριχῶν ἴχθῦς. 21 ἄκουε δὴ τῆς παραίνεσεως μὴ λίαν ὀργιλῶς,