Ancient Greek
472.5
Aristaenetus, Epistulae 472.5
Unproofread scanNot analysed yet
22 Ἄλλ' ὅ τὴν Μαγνεντίου καὶ Κωνσταντος δαίαν αἰσχυνόμενος, ἀνθ' ὧν τοῖς ζώσι πολεμεῖς καὶ τοῖς ὁπωσοῦν βελτίστοις λοιδορῇ; πότερον ὅτι μᾶλλον ἐκεῖνοι δύνανται τῶν ζώντων ἀμύνεσθαι τοὺς λυπουν-τας; ἀλλὰ σοὶ τοῦτο οὐ προσῆκει λέγειν· εἰ γὰρ, ὡς γράφεις, θαρραλέώτατος. ἀλλ' εἰ μὴ τοῦτο, τυχὸν ἕτερον· ὡς γὰρ οὐκ αἰσθανομένους ἐπισκώπτειν ἴσως οὐ βούλει. 23 τῶν ζώντων δὲ ἀρὰ τις οὕτως εὐήθης ἐστιν ἢ μικρόψυχος, ὅς ἀξιώσειεν ἂν αὐτοῦ παρὰ σοὶ λόγον εἶναι τινα, καὶ οὐ βουλήσεται μάλιστα μὲν ἀγνοεῖσθαι παρὰ σοῦ παντάπασιν, εἰ δ' ἀδύνατον εἴη, λοιδορεῖσθαι παρὰ σοῦ μᾶλλον, καθάπερ ἐγὼ νῦν, ἢ τιμᾶσθαι; μήποτε οὕτω κακῶς φρονήσαιμι, μή-ποτε τῶν παρὰ σοῦ μᾶλλον ἐπαίνων ἢ ψόγων ἀντι-ποιησαίμην.