Ancient Greek
476.1
Aristaenetus, Epistulae 476.1
Unproofread scanNot analysed yet
σοι πoὺ μέτεστιν ἐμπειρίας ὅλως τῶν δικαίων, ὅς οὐκ οἶδα τί μὲν ἱερεὺς, τί δὲ ἰδιώτης· ποῦ δὲ σοι μέτεστι σωφροσύνης, εἴπερ ἡκίσω τοῦτον ὃ καὶ θύκων ἔχρην ἐξανίστασθαι· τὸ αἰσχρὸν ἀπάντων καὶ σοι μάλιστα μήτε πρὸς θεoὺς μήτε πρὸς ἀνθρώπους ἔχον καλῶς. 3 οἱ μὲν τῶν Γαλλαίων ἱσoς ἐπίσκοποι καὶ πρεσβύτεροι συγκαθίζουσί σοι, καὶ εἰ μὴ δημοσίως δι’ ἐμέ, λάθρα καὶ ἐν τῷ οἴκω· διὰ σὲ τέτυπται δὲ ὁ ἱερεὺς, οὗ γὰρ ἂν ἦλθεν ἐπὶ ταύτην ὁ παρ’ ὑμῖν ἀρχιερεὺς μὴ Δία τὴν δέψιν. ἀλλ’ ἐπειδὴ σοι πέφηνε μυθώδη τὰ παρ’ Ὀμήρῳ, τῶν τοῦ Διδυμαίου δεσποτοῦ χρησμῶν ἐπάκουσον, εἰ σοι φαίνει πάλαι μὲν ἔργῳ νοουθέτησας καλῶς τοὺς Ἕλληνας, ὕστερον δὲ τοὺς σωφρονοῦντας διδάσκων τοὺς λόγους,