Ancient Greek
477.2
Aristaenetus, Epistulae 477.2
Unproofread scanNot analysed yet
(5) Τί ποτ' οὖν ἐστιν ὃ φημὶ σοι νῦν ἐπιτρέπεν; ἄρχεῖν τῶν περὶ τὴν Ἀσίαν ἱερῶν ἀπάντων. . . . . . τοὺς λῖθους . . . τὴν πόλιν ἱερέων, καὶ ἀπονέμουν τὸ πρέπον ἑκάστῳ. πρῶτε δὲ ἐπιείκεια μὲν πρῶτον ἄρχοντι ἡ χρηστότης τε ἐπ' αὐτῇ καὶ φιλανθρωπία πρὸς τοὺς ἀξίους αὐτῶν τυγχάνειν. ὡς ὅστις γε ἀδικεῖ μὲν ἀνθρώπους, ἀνόσιος δ' ἐστὶ πρὸς θεούς, θρασὺς δὲ πρὸς πάντας, ἢ διδαχτέος μετὰ παρορσίας ἐστιν ἢ μετὰ ἐμβριθείας κολαστέος. (6) ὅσα μὲν οὖν χρηχοινὴ συντάξει περὶ τῶν ἱερῶν ἀπάντων ἐντελέστερον, αὐτίκα μάλα σὺν τοῖς ἄλλοις εἶσε, μικρὰ δὲ τέως ὑποθέσθαι σοι βούλομαι· δίκαιος δὲ εἰ πειθεσθαι μοι τὰ τοιαῦτα. (7) καὶ γὰρ οὐδὲ ἀποσχεδιάζω τὰ πολλὰ τῶν τοιούτων, ὡς ἴσασιν οἱ θεοὶ πάντες, ἀλλὰ, εἴπερ τις ἄλλος, εὐλαβῶς εἰμι καὶ φεύγω τὴν καινοτο-μίαν ἐν ἀπασί μὲν ὡς ἔπος εἰπεῖν, ἰδίᾳ δὲ ἐν τοῖς πρὸς τοὺς θεούς, οἴωμενος χρήναι τοὺς πατρίους ἐξ ἀρχῆς φυλάττεσθαι νόμους, οὓς ὅτι μὲν ἔδοσαν οἱ θεοί, φανερὸν· οὐ γὰρ ἂν ἦσαν οὕτω καλοὶ παρὰ ἀνθρώπων ἀπλῶς γεγόνασι. συμβάν δὲ αὐτοὺς ἀμεληθῆναι καὶ διαφθαρήναι πλοῦτου καὶ τρυφῆς ἐπικρατησάντων, οἴμαι δεῖν ὡσπερ ἀρ' ἐστίας ἐπιμεληθῆναι τῶν τοιούτων. (8) ὁρῶν οὖν πολλὴν μὲν ἀλιγωρίαν οὖσαν ἡμῖν πρὸς τοὺς θεούς, ἀπασαν δὲ εὐλάβειαν τὴν εἰς τοὺς χρείττοντας ἀπελλαμένην ὑπὸ τῆς ἀχθάρτου **τρυφῆς, ἀεὶ μὲν ὀδυράμην ἐγὼ κατ' ἑμαυτὸν τὰ τοιαῦτα. τοὺς μὲν εὐσεβείας σχολὴν προσέχοντας οὕτω διαπύρωσ, ὡς αἱ-ρεῖσθαι μὲν ὑπὲρ αὐτῆς θάνατον, ἀνέχεσθαι δὲ πᾶσαν ἔνδειαν καὶ λιμὸν, δεῖον ὅπως μὴ γεύσαιντο μηδὲ πνικτοῦ μήτ' ἄρα τοῦ ἀποθλιβέντος· ἡμᾶς δὲ οὕτω βραθύμως πρὸς τοὺς θεοὺς διακειμένους, ὥστε ἐπιλεληθῆναι μὲν τῶν πατρίων, ἀγνοεῖν δὲ λοιπὸν εἰ καὶ ἐτάχθη πώποτε τι τοιούτον. (9) ἀλλ' οὗτοι μὲν ἐν μέρει θεοσεβεῖς ὄντες, ἐπείπερ ὧν τιμῶσιν **ἀλλ' ἀληθῶς δὲ δυνατωτάτων καὶ ἀγαθωτάτων, δὲ ἐπιτροπεύει τὸν αἰσθητὸν κόσμον. **εὖ οἶδ' ὅτι καὶ ἡμεῖς ἄλλοις θεραπεύομεν ὀνόμασιν, εἰκότα μοι δοκοῦσι ποιεῖν, τοὺς νόμους μὴ παραβαίνοντες, ἐκεῖνο μόνον ἀμαρτάνειν, ὅτι μὴ καὶ τοὺς ἄλλους θεοὺς ἀρέσκοντες, τοῦτω μάλιστα τὸν θεὸν θεραπεύουσιν. ἀλλ' ἡμῖν οἴονται τοῖς ξένοις ἀποκεκρυπθῆναι μόνοις αὐτούς, ἀλαζονείᾳ βαρβαρικῇ πρὸς ταυτὴν τὴν ἀπόνοιαν ἐπαχθέντες. ὡς ἐκ τῆς Γαλιλαίων δυσσεβείας ὡσπερ τι νόσημα τῷ βίῳ τῇ ἐαυτῶν. . . . . .