Ancient Greek
480.3
Aristaenetus, Epistulae 480.3
Unproofread scanNot analysed yet
ο´. Ἰουλιανὸς Διογένει. Διογένης ὁ σὸς υἱὸς ἄφθεις μοι μετὰ τὴν ἔξοδον τὴν σὴν καὶ ψήσας ὡργίσθαι σέ τι πρὸς αὐτὸν οἷον ἂν πατὴρ πρὸς παῖδα γαλεπήνειεν, ἐδεῖθῃ μέσον με τῶν πρὸς αὐτὸν καταλλαγῶν παρὰ σοὶ γενέσθαι. εἰ μὲν οὖν μέτρια καὶ ὅλα δύνασθαι φέρειν ἡμαρτεν, εἶχον τῇ φύσει καὶ τὸ πατὴρ εἶναι γνοὺς ἐπᾶνελθε πρὸς τὸν παῖδα τῇ γνώμῃ· εἰ δὲ τι μειζόν ἐπταικεν ἢ οἷον πρὸς συγγνώμην ἐλθεῖν, αὐτὸς ἂν εἴης δικαιότερος κρατῆς, εἴτε δεῖ καὶ τοῦτο γενναίως ἐνεγκόντα νικᾶσαι τοῦ παιδὸς τὴν βουλήν γνώμῃ χρεῖττονι, εἴτε καὶ πλείονος χρόνου σωφρονισμῷ τὴν ἐπὶ τῷ πταισθέντι βάσανον πιστεύσαι.