Ancient Greek
480.7
Aristaenetus, Epistulae 480.7
Unproofread scanNot analysed yet
οβ´. Λιβανίῳ σοφιστῇ καὶ κουαίστωρι. Ὡς ὤνησέ γε τὸ σύνθημα ἡμῖν μελλήσαν· ἀντὶ γὰρ τοῦ τρέμειν καὶ δεδιέναι φερόμενον ἐπὶ τῆς δημοσίας ἀπῆνης καὶ περιπίπτοντα κραιπαλώσιιν ὀρεωκόμοις καὶ ἡμιόνοις ἀκοστίῃσι καὶ Ὀμηρον δι´ ἀργίαν καὶ πλημμοσίαν ἀνέχεσθαι κονιορτοῦ καὶ φωνῆς ἄλλοκότου καὶ ψόφου μαστίγων βαδίζειν ἐπὶ σχολῆς περιέστί μοι δι´ ὁδῶ συνηρεσθῶν καὶ ἐπισκίου, (2) πολλὰς μὲν χρήνας πολλάς δὲ ἐχούσας καταγωγὰς ἐπιτηδείους τῇ ὥρᾳ μεταξὺ τῶν πόνων διαναπαύοντι, ἡν´ ἂν μοι φανῇ κατάλλησις εὖπνους τε καὶ ἀμφιλαφὴς ὑπὸ πλατάνους τισὶν ἢ κυπαρίσσοις, τὸν Φαίδρονν ἔχοντι ἐν χειρὶ τὸν Μυρρινούσιον ἢ ἕτερόν τινα τῶν Πλάτωνος λόγων.