Ancient Greek
486.1
Aristaenetus, Epistulae 486.1
Unproofread scanNot analysed yet
ΛΟΥΚΙΑΝΟΥ ΕΠΙΣΤΟΛΑΙ ΚΡΟΝΙΚΑΙ. α'. Ἐγὼ Κρόνῳ χαίρειν. 19 Ἐγέγραφεῖν μὲν ἤδη σοι καὶ πρότερον δηλῶν ἐν οἷς εἶην καὶ ὡς ὑπὸ πενίας κινδυνεύοιμι μόνος ἀμοῖρος εἶναι τῆς ἑορτῆς ἣν ἐπήγγελκας, ἔτι καὶ τοῦτο προσθεὶς (μέμνημαι γάρ) ἀλογώτατον εἶναι τοὺς μὲν ἡμῶν ὑπερπλουτεῖν καὶ τρυφᾶν οὐ κοινωνοῦντας ὧν ἔχουσι τοῖς πενεστέροις, τοὺς δὲ ἡμῶν διαφθεῖρεσθαι, καὶ ταῦτα Κρονίων ἐνεστῶτων· ἐπεὶ δὲ μοι τότε οὐδὲν ἀντεπέστειλας, ἠγασάμην δεῖν αὐδὶς ἀναμνήσαι σε τῶν αὐτῶν. ἔχρῃν γάρ σε, ὦ ἄριστε Κρόνε, τὸ ἄνισον τοῦτο ἀφελοῦντα καὶ τὰ ἀγαθὰ ἐς τὸ μέσον ἅπασιν καταθέντα ἔπειτα κελεύειν ἑορτάζειν. ὡς δὲ νῦν ἔχομεν, μύρμηξ ἢ κάμηλος, ὡς ἡ παροιμία φησί· μέλλων δὲ τραγικὸν ὑποκριτὴν ἐννόησον ὑατέρῳ μὲν τοῖν ποδοῖν ἐφ' ὑψηλοῦ βεβηκότα, ὁ δ' ἕτερος ἀνυπόδητος ἔστω. εἰ τοίνυν βαδίζει οὕτως ἔχων, ὁρᾷς ὅτι ἀναγκαῖον αὐτῷ ἄρτι μὲν ὑψηλῷ ἄρτι δὲ ταπεινῷ γενέσθαι, καθ' ὁπότερον ἂν πόδα προβαίνῃ. τοσοῦτον χάν τῷ βίῳ ἡμῶν τὸ ἄνισον· καὶ οἱ μὲν ὑποδησάμενοι ἐμβάτας τῆς τύχης χορηγοῦσης ἐντραγωδοῦσιν ἡμῖν, οἱ πολλοὶ δὲ πεζῇ καὶ γυμῷ βαδίζομεν, δυνάμενοι ἂν, εἰ ἴσθι, μὴ χειρὸν αὐτῶν ὑποκρίνεσθαι καὶ διαβαίνειν, εἰ τις καὶ ἡμᾶς ἐνεσχευάσε παραπλησίως ἐκείνοις. 20 καίτοι ἀκούω τῶν ποιητῶν λεγόντων, ὡς τὸ παλαιὸν οὐ τοιαῦτα ἦν τοῖς ἀνθρώποις τὰ πράγματα σοῦ ἐτι μοναρχοῦντος, ἀλλ' ἡ μὲν γῆ ἄσπορος καὶ ἀνήρτος ἔφυνεν αὐτοῖς τὰ ἀγαθὰ, δεῖπνον ἑτοίμον ἑκάστῳ ἐς χόρον, ποταμοὶ δὲ οἱ μὲν οἶνον οἱ δὲ γάλα, εἴοι δὲ οἱ καὶ μέλι ἔρρεον. τὸ δὲ μέγιστον, αὐτοὺς ἐκείνους φασὶ τοὺς ἀνθρώπους χρυσοῦς εἶναι, πενίαν δὲ μηδὲ τὸ παράπαν αὐτοῖς πλησιάζειν. ἡμεῖς δὲ αὐτοὶ μὲν οὐδὲ μολυδὸς ἂν εἴκοστος δοκοίημεν ἀλλ' εἰ τι καὶ τούτου ἀτιμώτερον, ἡ τροφὴ δὲ μετὰ πόνων τοῖς πλείστοις, ἡ πενία δὲ καὶ ἀπορία καὶ ἀμηχανία καὶ τὸ οἴμοι καὶ τὸ πόθεν ἂν μοι γένοιτο καὶ ὡ τῆς τύχης πολλά τοιαῦτα παρὰ γούν ἡμῖν τοῖς πένιχοις. καὶ ἦττον ἂν, εἰ ἴσθι, ἠνιῶμεθα ἂν ἐπ' αὐτοῖς, εἰ μὴ τοὺς πλουσίους ἑωρῶμεν τοσαύτῃ εὐδαιμονία συνόντας, οἱ τοσοῦτον μὲν χρυσοῦν τοσοῦτον δὲ ἀργυρὸν ἔχλεισάμενοι, ἑσθῆτας δὲ ὅσας ἔχοντες, ἀνδράποδα δὲ πᾶν ζεῦγῃ καὶ συνοικίας καὶ ἀγρούς, πάμπαν πολλὰ δὲ ταῦτα ἕκαστα κεκτημένοι οὐχ ὅπως μετέδεσαν. ἡμῖν ποτε αὐτῶν ἀλλ' οὐδὲ προσβλέπειν