Ancient Greek
488.1
Aristaenetus, Epistulae 488.1
Unproofread scanNot analysed yet
ἐκ τῶν θησαυρῶν ἐκφέρειν νύκτωρ ἕς τὸ δημόσιον, τὴν ἐσθῆτα δὲ ὀλιγωρίᾳ τῶν ἐπιμελητῶν κοσκινηδὸν διατετρυπηθῆναι ὑπὸ τῶν βελτίστων μυῶν, ὡς σαγήνης θυννευτικῆς μηδὲν διαφέρειν, παῖδας δὲ αὐτῶν τοὺς ὡραίους καὶ κομῆτας, οὓς Ὑακίνθους ἢ Ἀχιλλέας ἢ Ναρκίσσους ὀνομάζουσι, μεταξὺ ὀρέγοντας σμικρὸ τὸ ἐκπωμα φαλακροῦς γίγνεσθαι ὑπορρεούσης τῆς κόμης καὶ πώγωνα φυεῖν οὕτω, οἷοί εἰσιν ἐν ταῖς κομῶδίαις οἱ σφηνοπώγωνες, καὶ τὸ παρὰ τοῖς κροτάφοις πᾶν λάσιον καὶ χάρτα ἐκκεντοῦν, τὸ μεταξὺ δὲ λεῖον καὶ γυμνὸν εἶναι. ταῦτα καὶ πλείω τούτων εὐχάμεθ' ἂν, ἂν μὴ θοέλῃσι τὸ ἄγαν φιλαυτον τοῦτ' ἀρέντες ἕς τὸ κοινὸν πλουτεῖν καὶ μεταδιδόναι ἡμῖν τῶν μετριῶν.