Ancient Greek
491.2
Aristaenetus, Epistulae 491.2
Unproofread scanNot analysed yet
δ’. Οἱ πλούσιοι τῷ Κρόνῳ χαίρειν. (33) Πρὸς γὰρ σὲ οἶει μόνον ὑπὸ τῶν πενήτων ταῦτα γεγράφθαι, ὦ Κρόνε, οὐχὶ δὲ καὶ ὁ Ζεὺς ἤδη ἐκκεκώφθαι πρὸς αὐτῶν ἀναβοώντων καὶ αὐτὰ δή ταῦτα τῶν ἀναδασμῶν ἀξιούντων γενέσθαι καὶ αἰτιωμένων τὴν τε εἰμαρμένην ὡς ἄνισον τὴν νομὴν πεποιημένην καὶ ἡμᾶς ὅτι μηδενὸς αὐτοῖς μεταδιδόναι ἀξιοῦμεν; ἀλλ’ οἶδεν ἐκεῖνος, ἄτε Ζεὺς ὤν, παρ’ ὅστιν ἡ αἰτία, καὶ διὰ τοῦτο παραχωρεῖ αὐτῶν τὰ πολλά. σοὶ δὲ ὅμως ἀπολογησόμεθα, ἐπείπερ ἄρχεις γε νῦν ἡμῶν. ἡμεῖς μὲν γὰρ ἅπαντα πρὸ ὀφθαλμῶν λαβόντες ἄ γέγραφας, ὡς καλὸν ἐπικουρεῖν ἀπὸ πολλῶν τοῖς δεομένοις καὶ ὡς ἡδὺν συνεῖναι καὶ συνευωχεῖσθαι τοῖς πένησιν, διὸ διετελοῦμεν οὕτως ποιοῦντες ὡς ἂν μηδὲ τὸν ἰσοδαῖτην αὐτὰς αἰτιάσασθαι τι. (37) οἱ δὲ ὀλίγων ἐν ἀρχῇ δεῖσθαι φάσκοντες, ἐπειδήπερ ἅπαξ αὐτοῖς ἀνεπετάσαμεν τὰς θύρας, οὐκ ἄνιεσαν ἄλλα ἐπ’ ἄλλοις αἰτοῦντες· εἰ δὲ μὴ πάντα εὐθὺς μηδὲ πρὸς ἕτος λαμβάνοιεν, ὀργὴ καὶ μῖσος καὶ πρόχειροι αἱ βλασφη-