Ancient Greek
501.1
Aristaenetus, Epistulae 501.1
Unproofread scanNot analysed yet
ΠΑΥΣΑΝΙΟΥ ΕΠΙΣΤΟΛΗ. Ξέρξη. Παυσανίας ὁ ἡγεμὼν τῆς Σπάρτης τοῦσδε τέ σοι χαρίζεσθαι βουλόμενος ἀποπέμπει δορί ἐλόν, καὶ γνώμην ποιῶμαι, εἰ καὶ σοὶ δοκεῖ, θυγατέρα τε τὴν σὴν γῆμαι καὶ σοὶ Σπάρτην τε καὶ τὴν ἄλλην Ἑλλάδα ὑποχείριον ποιῆσαι. δυνατὸς δὲ δοκῶ εἶναι ταῦτα πράξαι μετὰ σοῦ βουλευομένου. εἰ οὖν τί σε τούτων ἀρέσκει, πέμπε ἄνδρα πιστὸν ἐπὶ θάλασσαν, δι’ οὗ τὸ λοιπὸν τοὺς λόγους ποιησόμεθα.