Ancient Greek
505.1
Aristaenetus, Epistulae 505.1
Unproofread scanNot analysed yet
χρώμενος διὰ τὸ μηδὲν ὀφελος ὁρῶν μηδὲ τοῖς ἀμέτροις ἀνιωμένοις. παραμυθία δὲ σοι ἔστω μεγάλη τῆς ἐπ’ αὐτῷ συμφορᾶς· πρῶτον μὲν, ὅτι ὑπὲρ πατρίδος ἀγωνιζόμενος ἐν πολέμῳ σὺν ἀριστείᾳ τέθνηκεν, εἴθ’ ὅτι νικῶν καλλίστου τέλους ὑπὸ τῆς εἰμαρμένης ἥξιωται, τὸ δὲ τελευταῖον ὅτι μηδὲν ἀμαρτῶν παρὰ τὸν βίον ἐπεσφράγισται τὴν ἰδίαν ἀρετὴν θανάτῳ. ὁ μὲν γὰρ ἐν τῷ ζῆν ἀγαθὸς ἀδηλον εἰ μὴ μεταβαλεῖ πρὸς τὸ χειρόν· αἱ τύχαι γὰρ ἀνθρώπων τὸ πλεῖστον, οὐχ αἱ γνώμαι κρατοῦσιν· ὁ δὲ τελευτήσας ἀκατηγόρητος ἐν τῇ καλλίστῃ σχήματι τῆς δόξης καθίσταται. νομίσας οὖν ἀξίας παρ’ αὐτοῦ χάριτας ἀπειληφέναι γενέσεως καὶ ἀνατροφῆς τὸ καλὸν κῆδος ἕκρει τέλους αὐτὸν γεγονέναι, ταύτην αὐτῷ τὴν ἀμοιβὴν ἀντίδος, τὸ πρᾶως καὶ μετριῶς τὴν ἐπ’ αὐτῷ λύπην ἐνεγκεῖν.