Ancient Greek
507.4
Aristaenetus, Epistulae 507.4
Unproofread scanNot analysed yet
κα’ Μεσηνίοις. Πολύκλειτον, ὡς πυνθάνομαι, τὸν ἰατρὸν ὑμεῖς μέμφεσθε ὡς προδότην Ἀκαραγαντίνων γεγονότα, ὅτι με κάμνοντα παραλαβὼν, δυνάμενος ἀποχτεῖναι, χαλειποτάτης ἐξήρπασε νόσου, καὶ τὸν ἐπαίνον αὐτοῦ τῆς δικαιοσύνης κατηγορίαν ἀδικίας ποιεῖσθε, καὶ τοῦδ’ ἐμολογοῦντες οὐκ αἰσχύνεσθε. ἐγὼ δὲ θαυμάζω τῆς τέχνης αὐτοῦ τὸν τρόπον μᾶλλον, ὅτι με θνήσκοντα πιστευθεὶς οὐχ ὡς τύραννον ἀνήρκεν, ἀλλ’ ὡς νοσοῦντα εὐνοήσας σέσωκεν. καὶ διὰ μὲν τὴν ὑμετέραν μέμψιν οὐδ’ ὁπιῶν πέπονθε κακόν, διὰ δὲ τὴν ἐμὴν εὐχαριστίαν ὁμοία τοῖς πρώτοις Σικελιωτῶν πεπλούτηκεν. οἶδα· γοῦν, ὅτι διὰ τὴν ὁσίαν τῶν χαριστηρίων πάντες εὐχεσθε προδότης μᾶλλον Ἀκαραγαντίνων ἢ τυραννοκτόνον Φαλάριδος ἀκούσθῆναι.