Ancient Greek
509.4
Aristaenetus, Epistulae 509.4
Unproofread scanNot analysed yet
κη’. Ἀριστομένει. Μὴ συνάχθου μοι περὶ τῶν τραυμάτων ὧν τέτρωμαι κατὰ τὸν πόλεμον: τὸ μὲν γὰρ εὖνουν καὶ συμπαθὲς σου ἀγαμαι, τοσοῦτον δ’ ἀπέχω τοῦ βαρέως φέρειν ἐπὶ τοῖς τοιούτοις, εἰ καὶ παρ’ ὀλίγον ἤλθον ἐξ αὐτῶν ἀποθανεῖν, ὥστε, ἀπευκτοῦ τοῦ θανάτου ὄντος πᾶσιν ἀνθρώποις, εὐξάμην ἂν καὶ τῆς εἰμαρμένης θάττον, εἰ καὶ πλεῖονά μοι χρόνον ἐπιτρέποι ζῆν, ἐν πολέμῳ τελευτῆσαι. τὶ γὰρ ἀνδρὶ γενναίῳ μείζον ἀγαθὸν ἢ περὶ ἀρετῆς καὶ νίκης ἀγωνιζομένῳ ἀπερεύξασθαι τὸν βίον;