Ancient Greek
512.3
Aristaenetus, Epistulae 512.3
Unproofread scanNot analysed yet
λθ' Πολυστράτῳ. Καὶ τοῖς ἄλλοις ἅπασιν φίλοις ἐπέσταλχα διὰ ταχέων ἐλθεῖν εἰς Ἀκράγαντα, καὶ σοῦ δέομαι παραγενέσθαι πρὸ Ὀλυμπίων. βούλομαι γὰρ τῶν μάλιστα εὐνούστατον σύλλογον ἀγαγὼν τὴν πρέπουσαν ἐπιμέλειαν ὥσπερ ἄλλοτε καὶ νῦν ποιήσασθαι καὶ περὶ πραγμάτων ἐπισφαλῶν καὶ μεγάλων γνώμην λαβεῖν, ἀτόπου μὲν ἡ δυσκόλου μεταδόσων οὐδενός (ἀρχέων γὰρ ἐγὼ τοῖς ἐμαυτοῦ), πεισθησόμενος δὲ οἷς ἂν εἴποιτε, ἵνα μενούσης μὲν τῆς ἀρχῆς ἐν οἷς ἐστὶ πολλάκις ὑμᾶς δεξιώσωμαι, πιπτούσης δὲ ταύτης, ἂν δοκῇ τῷ δαίμονι, τὴν ἑστᾶτην λαβόντες προσσώρευσις μνήμονες εὐσεβείας ὧν ἐφιλοτιμήθητε εἰς ὑμᾶς γένησθε. ἤκετε οὖν ἀνυπερέτως τῇ προτέρα προθυμίᾳ κεχρημένοι πρὸς Φάλαριν, ὃν μάλιστα ὑμεῖς γινώσκετε.