Ancient Greek
518.6
Aristaenetus, Epistulae 518.6
Unproofread scanNot analysed yet
ξζ' Τηλεκλείδη. Ἵδιὰ τινὶ χρῶμενος γνώμῃ πρὸς πολλοὺς ἤδη τῶν ἐμῶν ἐταίρων διεῖλεξαι, τοῦτ' ἴσως διαπραττόμενος ὁ καὶ γέγονεν, εἰς ἐμὲ κομισθῆναι τοὺς λόγους, ὡς οὐκ ἔχρην με μετὰ τὸν δημιουργὸν τοῦ ταύρου Περύλαον ἄλλους κατεργάσασθαι τῷ τρόπῳ τῆς αὐτῆς αἰκίας· τὸν γὰρ ἴδιον λύειν ἐπαίνον. ἐγὼ δ' οὔτε τῆς ἐπὶ Περύλαιῳ τιμωρίας ἐπαινοῦμενος ἐπιστρέφομαι (τιμωρὸς γὰρ οὐκ ἐγενόμην ἐπαίνου χάριν), οὔτε τῆς ἐπὶ τοῖς ἄλλοις χολάσεως διαβαλλόμενος ἀχθομαι· δόξης γὰρ αἰσχρᾶς ἢ καλῆς ἀξίως κεχωρίσται. (2) εἰ μέντοι καὶ τοῦτο ἴσθι, ὅτι τοῦ μέλλειν καὶ ἄλλους τινὰς ἐν τῷ ταύρῳ διαφθεῖρεσθαι χάριν ἐκολασάμην αὐτόν, ἐπεὶ τῆς τοῦ γαλοκοῦ κατασκευῆς ἕνεκα δωρεὰς οὐκ ἀπωλείας ἤν ἀξίος. δίκαιον μὲν οὖν ἐκεῖνῳ τὰς περὶ τούτων αἰτίας καὶ τοῖς εἰς τοῦτο τύχης ἤκειν βιαζομένοις ἀνακεῖσθαι· εἰ δὲ καὶ εἰς ἡμᾶς ἀναφέροιντο ὑπὸ τῶν ἀγνοούντων κρινόντων, οὐκ ἀχθοῦμεθα, ἕως ἔχομεν ἀξίους ἀποδεικνύναι τῆς χολάσεως τοὺς ἀναῖρουμένους. ἀξέμενοι γὰρ ἀπὸ τοῦ πρώτου χολασθέντος, ὅν ὑπὲρ ἀπάντων ἀνθρώπων, μᾶλλον δ' αὐτῆς τῆς ἀνθρωπίνης φύσεως ἐτυποτλήσα, τὸν αὐτὸν τρόπον τῆς ἐξετάσεως ἐπὶ πάντων ποιήσασθε. (3) εἰ γὰρ τὴν ἐπὶ Περύλαιῳ