Ancient Greek
520.4
Aristaenetus, Epistulae 520.4
Unproofread scanNot analysed yet
ξθ'. Ἐρυθίᾳ. Εἰ μὲν εὐλαβουμένη τὸν ἐν τυραννίδι βίον οὐ τολμᾷς εἰς Ἀκράγαντα πέμψαι Παυρόλαν, συγγνώμην ἔχω σοι καὶ ὡς γυναικὶ καὶ ὡς μητρὶ δεδοικυίᾳ περὶ ἀγαπητοῦ παιδός· εἰ δὲ ὡς μόνη καὶ οὐ μετ' ἐμοῦ γεγεννηκυῖα μόνη καὶ ἔχειν δικαιοῖ· αὐτὸν, ἀγνοοῦσα κρίνεις τὰ περὶ γονέων. κατὰ μὲν γὰρ τὸν ἀποτομώτατον λόγον πατὴρ ἂν εἴη παῖς μᾶλλον ἢ μητρός, κατὰ δὲ τὸν εὐγνώμονέστερον ἑκατέρων ἴσως. εἰ δὲ τὸ μεταδοῦναι ποτε καὶ τῷ γεγεννηκότι τοῦ υἱοῦ σεαυτῆς ἐλάττωσιν ἡγή, τί δοκεῖς τὸν μηδὲ μέρος ἀξιώμενον; κοινωνικώτερον δὴ ποιήσας πέμψον αὐτὸν ὡς ἐμέ, οὐ διὰ μακρὰς ἤσονται πρὸς σέ, ἀλλὰ θάττον καὶ μεθ' ὧν δεῖ Φαλαρίδος καὶ Ἐρυθίας παῖδα, ἵνα, εἰ καὶ μὴ μετ' ἐμοῦ, μετ' ἀλλήλων γοῦν ἐν ἀφθονίᾳ πλούτου βιοτεύητε. (2) εἰς τίνας γὰρ ἂν τις ἀναγκασιότερους εὐζαίτο περιουσιάζειν, γυναικὸς καὶ παιδὸς οὐκ ἐπιμεληθείς; ἐγὼ δὲ περὶ ὑμᾶς ἐσπουδακώς, ὡς εἶχες ἄνδρα καὶ πατέρα, βούλομαι τῶν παρ' ἐμοὶ χρημάτων μοῖραν οὐκ ὀλίγην ἐν ὑμῖν τοῖς φιλάτασις ἐναπερείσασθαι καὶ τοῦτο σὺν τάχει πράξαι, καὶ διὰ τὰλλα μὲν, οὐχ ἧκιστα δὲ καὶ διὰ τὸ ἐπιὸν γῆρας καὶ διὰ τὴν πρόσφατον συμβεβηκυῖαν μοι χαλεπὴν νόσον. ὑπομυνησκέω γὰρ με τελευτᾶν ἡμεῖσθαι τοῦ ζῆν ἀνθρώπω προθεσμίαν τὴν ἐνεστῶσαν ἡμέραν. τῆς δὲ παρουσίας τῆς Κρήτηθεν εἰς Ἀκράγαντα καὶ τῆς ἐνδένθε πάλιν ἀποδοῦ τὸ πιστὸν αὐτῷ πρὸς ἀσφάλειαν ἢ τοῦ πατρὸς εὐνοία παρέξεται μᾶλλον ἢ ὁ τῆς μητρὸς φόβος.