Ancient Greek
522.6 to 523.1
Aristaenetus, Epistulae 522.6-523.1
Unproofread scanNot analysed yet
οε'. Λεοντίδῃ. Ἀμέτροις χέρεχται λόγοις πρὸς Καμαριναίους, ἐγείρων αὐτοὺς εἰς τὸν κατ' ἐμοῦ πόλεμον. εἰ μέντοι καὶ τόδε ἀφ' ἡμῶν ἴσθι μὴ καλῶς πεπεικὼς αὐτούς, ὅτι οὐ λόγοις ἀπράκτοις ἀμυνούμεθα σε, ὃς εἰς ἡμᾶς ἔρχειν δοκεῖς, ἀλλ' ἔργοις, ὧν οἱ πειραθέντες αὐθίς οὐχ ἐπεβούλευσαν. τοῦτ᾽ εἰδότες Καμαριναῖοι πείραν οὐ βούλονται λαβεῖν ὀργιζομένου Φαλάριδος· χαριζόμενος γὰρ αὐτοῖς ἡδίων ἔδοξε. os'. Δημαράτω. Μὴ θαύμαζε τὸν Ἀλκίνου καὶ Δορυμένους θάνατον ὡς μετὰ πικρᾶς καὶ τυραννικῆς ὠμότητος πεπραγμένον· πολλῷ γὰρ ἐστὶ θαυμαστότερον τὸν δις καὶ τρίς ἀδείας ἀξιωθέντα ὑπὸ τυράννου τότε κολασθῆναι.