Ancient Greek
527.1
Aristaenetus, Epistulae 527.1
Unproofread scanNot analysed yet
ΕΠΙΣΤΟΛΑΙ. θεοὺς εὐσεβοῦντες ἀναθήσετε, ἢ τούτους ἀποστερήσαντες αὐτοὶ διανεμεῖσθε, ὅπερ δὴ καὶ δεδράκατε. προσποισάμενοι γὰρ ἐμοὶ λoidoρεῖσθαι, ὡς τῶν ἀναθημάτων διὰ τὸν κτησάμενον οὐ καθαρῶν ὄντων, τοὺς θεοὺς ἱεροσυλήκατε. τί γὰρ διαφέρει τὰ καθοσιωμένα περισπάσαντας ἀπενεγκεῖν ἢ τὰ κατῴνομασμένα τοῖς θεοῖς; ἐκείνων γὰρ ἀμφότερα ἦν καὶ οὐ τῶν πεποιηκότων. (2) ἡ μὲν οὖν παρ’ ἐμοῦ χάρις εἰς τοὺς θεοὺς καὶ ἡ παρ’ ὑμῶν ἀσέβεια παντελῆς ἐστι· καὶ γὰρ ἐμὲ τὸν δεδωκότα καὶ τοὺς ἀρπάσαντας ὑμᾶς ἴσασιν. ἀρκεῖ δέ μοι τοὺς τὰ τῶν θεῶν λαβόντας ἐναγεῖς ὑμᾶς ὁρᾶν γενομένους τῇ τῶν ἱεροσυληθέντων ὀργῇ· σὺν γὰρ τοῖς ἄλλοις, οἳ δὲν αὐτὰ κέχρῃσθαι ἠξίωσατε, προσωμολογήκατε μηδὲν εἶναι μισθαρῶν τῶν ἀπεσταλμένων, εἰ μὴ τὰ αὐτὰ κειμήλια διττὰς ἔχει τύχας, ἂν μὲν ὑμεῖς αὐτὰ διανέμησθε, τὰς ἀμείνους, ἂν δὲ τοῖς θεοῖς κομισθῇ, τὰς χειρόους. (3) πρὸς δὲ τούτοις ἑαυτοὺς ἐλέγχετε περιφανῶς ἠσθῆκότας· οἱ μὲν γὰρ ἄρχοντες τοῦ ψηφίσασθαι πολέμια εἶναι τὰ χρήματα τὴν αἰτίαν ἐπὶ τὸν δῆμον ἀναφέρουσι, ὑμεῖς δὲ ὁ δῆμος ἐπὶ τοὺς ἄρχοντας, καὶ τὸ πάντων δεινότατον τοὺς μὲν θεοὺς ὡς κακοὺς ἀνθρώπους προδότας ἂν γενέσθαι λέγετε, εἰ δῶρα παρὰ τυράννων λάβοιεν, τοὺς δὲ πολιτευομένους παρ’ ὑμῖν, οἱ τρίς οὐχ ἅπαξ Μεσσήνην ὡς Ἀκράγαντα μοι ὑπὸ χειρὰ πεποιήκεσαν ἂν, εἰ χρήματα αὐτοῖς αἰτοῦσι προεῖχεν, οὐ κολάζετε. τὸ δ’ αἴτιον, ὅτι κοινωνεῖτε τῆς αὐτῆς προαιρέσεως καὶ οὐ δύνασθε τοῖς αἰτίοις ἐλευθέρως ἐπεξελθεῖν· πάντες γὰρ ἔνοχοι δωροδοκίας εὐρεθήσεσθε. οὐ μὴν ἀλλ’ ἐγὼ μὲν, ἵνα μὴ δοκῶ περὶ τῶν ἀναθημάτων λέγειν μήτε παρ’ ἐμοῦ μεμενηκότων μήτε τοῖς θεοῖς ἀνατεθειμένων, οὐδεμίαν ποιήσομαι φροντίδα, μετελεύσονται δὲ ὑμᾶς αἰῶνος τῶν τετολημένων ὡς ἱεροσυλημένωι καὶ περὶ ἐμοῦ καὶ περὶ ὧν εἰς αὐτοὺς ἠσθῆχκατε. ἔρρωσθε· τὸ δὲ ἔρρωσθε διπλῆν παρέμφασιν ἔχον, ἀγαθοῦ καὶ κακοῦ, μὴ ἀγνοεῖτε ὅτι πρὸς τὸ χειρόν γέγραπται.