Ancient Greek
528.10
Aristaenetus, Epistulae 528.10
Unproofread scanNot analysed yet
ζ'. Μνησιλεί. Τῆς μὲν εὐτυχίας ὡς μάλιστα συνήσθημεν ἀκούσαντες, εἰ καὶ σφόδρα σοι βουλομένῳ υἱὸν ποιήσασθαι θυγάτηρ ἐγένετο. καὶ νομίζομεν αὐτὴν τοσοῦτον ποθεινοτέραν γενέσθαι σοι, καθ' ὅσον ἀνθ' υἱοῦ γέγονε· πέφυκε γὰρ θυγάτηρ μᾶλλον ἀρρένων παίδων περὶ πλείστου ποιείσθαι γονέας. τὰς δὲ δωρεὰς τὰς παρ' ἡμῶν τότε ἂν ἀσμένως δόξεις λαμβάνειν, ὅταν μὴ μόνον ἂ πέμπομεν προθύμως ἀποδέχῃ, ἀλλὰ καὶ ὧν δεῖ σοι ἀγνοούντων ἡμῶν ἐπιστέλλῃς. δεῖ δέ σοι καὶ πλείονων ἤδη νυνὶ καὶ πολυτελεστέρων διὰ τὴν θυγατέρα.