Ancient Greek
529.2
Aristaenetus, Epistulae 529.2
Unproofread scanNot analysed yet
48. Στῆσιχόρω. Ἀκούω σε καὶ εἰς Ἀλουντίον παρεληλυθέναι καὶ εἰς Ἁλαῖσαν καὶ χρήματα ἀγείρειν καὶ στρατιώτας παραλαμβάνειν πέμποντα κατὰ τὰς πόλεις, καὶ ταῦτα συντάττειν ἐφ’ ἡμᾶς. οὐχ ἄρ’, ὦ Στῆσιχορε, παύση τῆς ἀκρασίας τοῦ πολιτεύεσθαι τῆλικούτου ὢν; οὐδὲ αἰσχύνη τὰς θεάς, ὧν ζηλωτὴς μὲν εἶναι καλλωπίζῃ, λυμαινὴν δ’ αὐτὰς ἐν οἷς πολιτεύῃ πρὸς ἄνδρας ἀμετάνους; οὐδ’ ἐλεεῖς τοὺς παῖδας οὐ πολὺ ἀποδέοντα ἀνδρας εἶναι ἤδη, ἀλλὰ προπετὴς εἰ ἀκμὴν, μέλλων αὐτοὺς ἐγὼρὸν ἐπιτειχίζειν οὕτω βαρύ, ὃς αὐτοὺς ἐκτρῖψει πίτυος δίκην; καὶ τοὺς μὲν τῶν Ἀχαιῶν νόστους πυθόμενοι σε συγγράφειν καὶ τισὶ τῶν ἡρώων ἐκεῖνον ἀδούμει ἐπιτιμῶν ἰκανῶς· ὅπως δ’ αὐτὸς ἀπονοστήσεις ἀπαθὴς ἐξ Ἀλαίσας εἰς Ἱμέραν οὐδὲν φροντίζεις. ἀλλ’ εἰ ἴσθι, ὅτι μένουσί σε καὶ Καφριδὸς πέτραι καὶ Πλαγχται καὶ Χάρυβδις [καὶ ὁ ναύπλιος στολός], καὶ οὐκ ἂν ἐκφύγοις ὅλως τὰς ἐμὰς χεῖρας, οὐδ’ ἂν εἰ θεῶν σέ τις καθ’ ἡμᾶς τοὺς ποιητὰς ἀιστώσειεν.