Ancient Greek
535.2
Aristaenetus, Epistulae 535.2
Unproofread scanNot analysed yet
ρια' Νικίππῳ. Τοῦ μὲν εἰληφέναι σε τὰς παρ' ἐμοῦ δωρεὰς πλείστη σοι χάρις, ἐγὼ δέ, ὅπερ ἔλεγες φοβεῖσθαι Συρακουσίους, μὴ τί σοι χαλεπὸν ἐξ αὐτῶν ἀνάγκη δεξαμένῳ τὰ παρ' ἡμῶν χρήματα μηνύσεως αὐτοῖς ἀποδοθείσης, τοῦτ' ἐμελλον ποιῆσειν, μὴ λαβόντος σου κατηγορήσειν ὡς εἰληφότος, ἵν' ἢ σοι τὸ αὐτὸ δεξαμένῳ καὶ μὴ, μᾶλλον δὲ τὸ μὲν ἤττον, τὸ δὲ τῷ παντὶ χείρον. μὴ λαβὼν μὲν γὰρ ἐμοῦ κατηγοροῦντος τὸ δεδωκέναι πάντως ἂν αἰτίαν εἴλεις εἰληφέναι· λαβὼν δὲ ταῖς ἀληθείαις ἐμοῦ τὸ μὴ δεδωκέναι λέγοντος, οὐκ ἴσως ἀλλ' ὄντως ἀπήλλαξαι τῆς αἰτίας.