Ancient Greek
536.8
Aristaenetus, Epistulae 536.8
Unproofread scanNot analysed yet
riz. Μελιταίοις. Οὐχ ἐκφυλίζων, ὦ Μελιταῖοι, τὰς τιμὰς ὑμῶν ἀπέπεμψα τὸν πρεσβευτὴν κατασεσημασμένας φέροντα αὐτάς, οὐχ ἐξ ἀ δὲ με ἐπαινείσθαι τὰ πεπραγμένα. ὑμεῖς μὲν οὖν ἴσως, ὅσον αὐτοὶ με εἶναι δοκεῖν ἐθέλετε, τοιούτων οἴεσθε ὑπολαμβάνεσθαι καὶ παρ’ ἐτέροις· ἐγὼ δὲ οἶδα παρὰ μὲν τοῖς ἄλλοις ἅπασιν κακὸν ὑπολαμβανόμενος, παρὰ δ’ ὑμῖν χὰν νομίζωμαι ἀγαθός, οὐδὲν ἐκτείνειν δυνάμενος ἐντεύθεν ἐπὶ τοὺς ἄλλους τὴν φήμην, πολὺ δὲ μᾶλλον εἰς τὰς ψευδοδοξίας τῶν ἀνθρώπων βλάψων ὑμᾶς, ὅτι τὸν κάκιστον οὐχ ἂν, εἰ μὴ τοιούτοι καθεῖστήκατε, ἐπηνείετε. ἐξ δὲ τούτων ὑμεῖς μὲν ἂν ἀδίκως πονηροί, ἐγὼ δ’ οὐδὲν ἐπικειέστερος [ἐμαυτοῦ] ὑπελαμθανόμην, οὐχ ὅμην δεῖν ἐμαυτὸν τιμᾶσθαι.