Ancient Greek
537.2
Aristaenetus, Epistulae 537.2
Unproofread scanNot analysed yet
ἰθ'. Ἀστυπαλαίευσιν. Οὔτε μᾶλλον ἀνιαθεὶς ἐν τῷ ζῆν ἐμναυτῷ σύννοια, μὴ τοὺς θεούς, ἄνδρες πολῖται, καίτοι πολλαῖς καὶ παραδόξοις χρησάμενος μεταβολαῖς, οὔτε πλέον ἠσθεῖς, ἄμοιρος γὰρ οὐδὲ τῶν τερπνῶν ἐγενόμην. ἠνίασὴν μὲν οὖν ἐκεῖνην τὴν ἡμέραν, ἐν ᾗ τῆς πατρίδος ἐξεπίπτον ἀδίκως, ὅπερ ἀλγεινοτάτων ἐστι καὶ τοῖς δικαίως τοῦτο πάσχοιιν, ἠσθὴν δέ, ὅτι δημοσία μου μνησθέντες ἐγράψατέ μοι περὶ ὧν ὁ καιρὸς ὑμᾶς ἠπείγεν. ὡς γὰρ παρ' ἑνὸς τῶν μάλιστα εἰνουομένων καὶ περὶ ὑμᾶς ἐσπουδακὸτος ἠτήσαθε, οὐ τοσοῦτον, ὡς ἔοικε, τοῦ λαβεῖν τι τῶν ἐψηφισμένων, ὅσον τοῦ μαρτυρῆσαι μὲν ἐμοὶ δημοσία τὸ μὴ δικαίως ἐξελελάσθαι, καταγνῶναι δὲ τῶν τοῦτο δρασάντων. οὔτε γὰρ αἰτῆσαι χάριτα παρὰ τοῦ μὴ στεργομένου τις ἂν οὔτε λαβεῖν παρὰ τοῦ μὴ στέργοντος ὑπομεῖνειν. (2) νῦν δὲ παρέδωκεν ὁ καιρὸς· μέμψασθαι μὲν ὑμᾶς ὡς τοὺς πρώτους χρόνους μηδὲν αἰτησαμένους, εὐχαριστῆσαι δὲ τοῦ παρόντος, ἄνιχα αἰτεῖσθε ἄπερ ὑμεῖς μὲν οὐ λαβόντες δώσετε ταῖς ἀληθείαις (δεδέγμαι γὰρ ὁμῶν χάριν τὴν αἴτησιν), ἐγὼ δὲ ἂ μετὰ τοσαύτης ἡδονῆς διδοὺς λήψομαι μᾶλλον ἢ δώσω. τί γὰρ ἀνδρὶ φιλοπάτριδι κάλλιον καὶ μεγαλοπρεπεστέρον ἢ δοκεῖν τοὺς ἑαυτοῦ πολίτας εὖ ποιεῖν; ὁ διὰ τῆς ἐπιστολῆς μοι τῆς ὑμετέρας πεπλήρωται. τοῦ μὲν οὖν βραδυτέρων ἀφίγῃαι τὰς δωρεὰς ἢ παρ' ὧν ἐδουλέσθε χρόνον μήτε ἐμὲ μήτε τοὺς πρέσβεις ὁμῶν αἰτῆσθε, τῶν δὲ χειμῶνα καὶ τὴν ὥραν τοῦ καθεστῶτος ἔτους. τὸ μὲν γὰρ ἐξ ἡμῶν προθυμίας οὐδ' ἧστινος ἀπελείπετο, πλεῖν δὲ διὰ τὴν ὑπερβολὴν τοῦ χειμῶνος οὐδὲ μετὰ τῶν ἐσχάτων τολμημάτων ἦν. (3) τοῦ μέντοι σσῶσθαι τὰ πεμφθέντα, καίτοι πελαγίῳ παραβληθέντα χινδύνῳ, τῇ τύχῃ χάριν εἰδότες οὐχ ἂν ἁμαρτάνοιτε. οὐ μὴν ἀλλὰ καὶ **τῶν κομιζομένων ἀποδώσασι μὲν ὑμῖν ὁμολογημένους οἱ πρέσβεις, δηλώσει δὲ καθέκαστα καὶ ὁ συναπεσταλμένος αὐτοῖς ἀνὴρ ὁ καὶ τὴν ἐπιστολὴν φέρων, Εὐβουλος, παρ' ὃν τὰ τε εἴδη καὶ τὸν ἀριθμὸν λαβόντες τὰ μὲν ἄλλα διανεεῖμασθε καθ' ὃν ἂν προήρησθε τρόπον, τοὺς χρήμασι δὲ πρὸς ἐπισκευὴν καὶ κόσμον τῆς πόλεως χρησάμενοι καλῶς ἂν εἴητε πεφρονήκότες, οὐ διὰ τὴν ἐμὴν παραίνεσιν, διὰ δὲ τὴν ὑμετέραν αὐτῶν εὐβουλίαν· οὐδεὶς γὰρ ἄλλοτριὰ προαιρέσει ἀλλὰ τῇ οἰκείᾳ χρηστὸς πέφυκεν. εἰ δ', ὅπερ οὐδὲ λέγειν ἐρ' ὁμῶν ἀξίον, τοῖς εἰς ἕτερον εἴδος δεδωρημένοις εἰς ἄλλο τι καταχρήσεσθε τῶν οὐκ ἀναγκαίων, εὑ ἴστε, ὅτι ὑμεῖς μᾶλλον ἂν μεμφθείητε τοῦ μὴ δεόντως προσενεγκθαι τοῖς δωρηθεσι· ν ἢ ὁ δούς εὐλογηθείη τοῦ δεδιωκέναι. (4) ὡς γὰρ ἄτοπον, τὸν ἐκπεπτοκότα τῆς πατρίδος· οὐδὲν με τῶν οὐτῆς