Ancient Greek
543.4
Aristaenetus, Epistulae 543.4
Unproofread scanNot analysed yet
ρλα’. Φιλοδήμω. Ἐν μεγάλῃ μοι δοκεῖς εὐηθείᾳ καθεστάναι, Φιλόδημε, εἰ τοσαύτας εὐχὰς οἶει καὶ σπονδάς ἡμῖν ὑπὲρ σοῦ, ὡς οἴκαδε ἀπονοστήσης, γενέσθαι περὶ τῶν πέντε ταλάντων, ὅπως ταύθ’ ἡμῖν σωθεῖη, ἂ μετὰ τοῦ μηδὲν ἐλπίζεῖν παρὰ σοῦ χρηστὸν ἐπεδόκαμεν, ἀλλ’ οὐκ αὐτοῦ σοῦ τῆς ἑταιρείας. τοῦτο δὲ μὰ τοὺς θεοὺς οὐδενὸς πλήθους ἐστὶν ἀντάξιον. εἰ δὲ πάντως θέλεις παρὰ σεαυτοῦ δοκεῖν ἐκπεπρωκίσθαι τὴν παῖδα, ἐστι μὲν οὐδὲν ἧττον καὶ ταῦτα ἐκ τῶν σῶν· εἰ δὲ οὐ δοκεῖς, προσθεὶς ἐκείνοις τοῖς πέντε ταλάντοις τὰ παρὰ σαυτοῦ τοσαῦτα τῇ προίκα δέκα ταλάντων ἀνάγραψον, ἢν’, εἰ βούλει, τῆς προικὸς δ μέν τι τῆς Φαλαρίδος εἴη χάριτος, δ δὲ τῆς Φιλοδήμου περιουσίας. μαρτυροῦσα δ’ ἡαὶν πρὸς σὲ πολλὰ καὶ μεγάλα Θεανὼ χαρᾶς ἡμᾶς ἀναπληρήσειν· ἂ γὰρ ἐτι παῖς οὖσα ἔπαχε, μήτηρ γενομένη μαρτυρεῖ.