Ancient Greek
544.2
Aristaenetus, Epistulae 544.2
Unproofread scanNot analysed yet
ρλγ᾽ Πολυμνήστορι. Πολλὰ σοι καὶ μεγάλα πρὸς ἡμᾶς ἐμαρτύρει Λάκριτος, καὶ περὶ τὰλλα μὲν ἅπαντα, μάλιστα δὲ περὶ τῆς συμπαχίας τῶν πελτοφόρων. τῇ γὰρ σῇ σπουδῇ καὶ τῇ τῶν ἀγωνισαμένων ἀνδρῶν τὸ χωρίον ἀξίοναι ἀποφαίνει καὶ τοὺς ἰδίους ἐπαίνους, ὡς ἔοικε, σοὶ παραχωρεῖν ἀναχρεῖσθαι. ἐγὼ δέ, εἰ μὲν ἐλάμβανες τὰς παρ᾽ ἐμοῦ δωρεὰς πάσας, ἐδεδόκειν ἂν καὶ οὕτω μὰ τοὺς θεούς, μὴ ἡττῶμαι τῆς φιλοφροσύνης τῆς παρὰ σοῦ· νῦν δὲ σοὺ καὶ τὰς χάριτας οὐ καθ᾽ ὃ πέμπονται ἀποδεχομένου νικᾶσθαι ὁ τύραννος ὁμολογῶ ἰδιώτῳ ἑνός. εἰ μέντοι τὸ παρὸν μὴ δέξῃ τὰ τρίτα τῆς λείας διανείμαι τοῖς στρατιώταις, ἃ καὶ Λακρίτου διδόντος παραυτίκα οὐχ οἷός τε ἐγένου λαβεῖν, εἴ ἴσθι ὀκνηροτέρους ἡμᾶς γενέσθαι οὐχ εὖ ποιεῖν (τοῦτο μὲν γὰρ οὐχ ἤν ἡμῖν ἐπὶ σοῦ) ἀλλ᾽ εὖ πάσχειν ὑπὸ σοῦ πρὸς τὸ ἐπιὸν ἀναγκάζεις.