Ancient Greek
571.2
Aristaenetus, Epistulae 571.2
Unproofread scanNot analysed yet
λ'. Ἑτέρα. Τὸ μὲν ἔργον ἐν, ἂν τε ἐπ' ἀνδρὸς ἂν τε ἐπὶ μοιχῷ γένηται, τὸ δὲ τῷ κινδύνῳ σφαλερώτερον τῇ χάριτι μειζόν· οὐχ οὕτω γὰρ εὐφραίνει τὸ φανερὸν τῆς ἐξουσίας ὡς τὸ ἀπόρρητον τῆς ἡδονῆς, πᾶν δὲ τερπνότερον τὸ κεκλεισμένον. οὕτω καὶ Ποσειδῶν ὑπῆλθε πορφυρῷ κύματι καὶ βοὶ Ζεὺς καὶ χρυσῷ ὕδατι· καὶ δράκοντι καὶ ἄλλοις προκαλύμμασιν, ἂρ' ὧν Διόνυσος καὶ Ἀπόλλων καὶ Ἥρακλῆς οἱ ἐκ μοιχείας θεοί. λέγει δ' Ὦμηρος καὶ τὴν Ἥραν ἰδεῖν αὐτὸν τότε ἡδews, ὅτ' αὐτῇ ζυγχεῖ λάθρα· τὴν γὰρ ἀνδρὸς ἐξουσίαν μετέθηκεν ἐς κλοπὴν μοιχείας.