Ancient Greek
576.5
Aristaenetus, Epistulae 576.5
Unproofread scanNot analysed yet
νε' Ἕτερα γυναικί. Ὦντως τὰ ῥόδα Ἔρωτος φυτά· καὶ γὰρ νέα, ὡς ἐκεῖνος, καὶ ὑγρά, ὡς αὐτὸς ὁ Ἔρως, καὶ χρυσοκομοῦσιν ἀμφω καὶ τἀλλ' αὐτοῖς ὁμοία. τὰ ῥόδα τὴν ἀκανθᾶν ἀντὶ βελῶν ἔχει, τὸ πυρρὸν ἀντὶ δάδων, τοῖς φύλλοις ἐπτέρεται. χρόνῳ δ' οὔτε Ἔρως οὔτε ῥόδα οἷδεν· ἔχθὸς γὰρ ὁ θεὸς καὶ τῇ καλλοῦς ὀπώρα καὶ τῇ ῥόδων ἐπιδημίᾳ. εἶδον ἐν Ῥώμῃ τοὺς ἀνθοφόρους τρέχοντας καὶ τῷ τάχει μαρτυροῦντας τὸ ἀπίστον τῆς ἀκμῆς· ὁ γὰρ δρόμος διδασκαλία χρήσεως. εἰ μὲν οὖν ἀψὴ ταχέως τῶν ῥόδων, μένει, εἰ δὲ μελλήσεις, ἀπελήλυθε. μαραίνεται καὶ γυνὴ μετὰ ῥόδων, ἂν βραδύνῃ. μὴ μέλλε, ὦ καλή· ζυμπαίζωμεν, στεφανωσώμεθα τοῖς ῥόδοις, ξυνδράμωμεν.