Ancient Greek
579.4
Aristaenetus, Epistulae 579.4
Unproofread scanNot analysed yet
ἐδʹ Μετραχίῳ. Τὴν σωφροσύνην, ἣρʹ ἡ μέγα δὴ φρονεῖς, οὐκ οἶδα τί εἴπω· πότερον ἀγριότητα ἀντίπαλον τῶν φύσεως ἐπιταγμάτων, ἢ φιλοσοφίαν ἀγροικίᾳ περιργωμένην, ἢ αὐθάδη πρὸς ἡδονὰς δειλίαν, ἢ σεμνὴν ὀλιγωρίαν τῶν τοῦ βίου τερπνῶν; δʹ τι δʹ ἂν ἢ καὶ δοκῇ τοῖς σοφισταῖς, δοξὴ μέν ἐστι καλόν, ἔργῳ δʹ ἀπανθρωπότερον. τί γὰρ δὴ μέγα, πρὶν ἀπελθεῖν τοῦ βίου, νεκρὸν εἶναι σώφρονα; στεφανωσαί, πρὶν ὀλως ἀπανθεῖν, καὶ χρίσαι, πρὶν σαπῆναι, καὶ κτῆσαι φίλους, πρὶν ἔρημος γενέσθαι. καλὸν νυκτὶ προλαβεῖν τὴν νύκτα ἐκεῖνην, πρὶν διψῆν, πιεῖν, πρὶν πεινῆν, φαγεῖν. ποίαν δοκεῖς ἡμέραν σαυτοῦ; τὴν χθὲς; τέθνηκεν. τὴν τήμερον; οὐκ ἔστι. τὴν ἐπίουσαν; οὐκ οἶδʹ εἰ παρέσται σοι. καὶ σὺ κάκεινα τῆς τύχης.