Ancient Greek
590.2
Aristaenetus, Epistulae 590.2
Unproofread scanNot analysed yet
Ταῦτα μὲν ταῦτη. περὶ δὲ Πολυξένου θαυμάσας ὅτι οὐ πέμφαί μοι. ἐγὼ δὲ καὶ περὶ Λυκόφρονος καὶ τῶν ἄλλων τῶν παρὰ σοὶ ὄντων λέγω καὶ πάλαι καὶ νῦν τὸν αὐτὸν λόγον, ὅτι πρὸς τὸ διαλεχθῆναι καὶ φύσει καὶ τῇ μεθόδῳ τῶν λόγων πάμπολυ διαφέρεις αὐτῶν, καὶ οὐδεὶς αὐτῶν ἄν σοι ἐξελέγχεται, ὡς τινες ὑπολαμβάνουσιν, ἀλλ᾽ ἄκοντες. καὶ δοκεῖς μὲν τοῖς πᾶνι μετρίως κεχρῆσθαι τε αὐτοῖς καὶ δεδιωρῆσθαι. ταῦτα μὲν περὶ τούτων, πολλὰ ὡς περὶ τοιούτων· Φιλιστίωνι δέ, εἰ μὲν αὐτὸς χρή, σφόδρα χρή, εἰ δὲ οὐχ τε, Σπευσίππῳ χρήσον καὶ ἀπόπεμψον. δεῖται δὲ σοῦ καὶ Σπευσίππος· ὑπέσχετο δέ μοι καὶ Φιλιστίων, εἰ σὺ ἀφείης αὐτόν, ἥξειν προθύμως Ἀθήναζε. τὸν ἐκ τῶν λιθοτομιῶν εὖ ἐποίησας ἀφεὶς, ἐλαφρὰ δὲ ἡ δέσις καὶ περὶ τῶν οἰκετῶν αὐτοῦ καὶ περὶ Ἦγησίππου τοῦ Ἀρίστωνος· ἐπέστειλας γὰρ μοι, ἂν τις ἀδίκη ἢ τούτων ἢ ἐκείνους καὶ σὲ αἰσθῇ, μὴ ἐπιτρέπειν. (315) καὶ περὶ Λυσικλείδου τάλανθὲς εἰπεῖν ἀξίων· μόνος γὰρ τῶν ἐκ Σικελίας Ἀθήναζε ἀφικομένων οὐδὲν μετεβάλετο περὶ τῆς σῆς καὶ ἐμῆς συνουσίας, ἀλλ᾽ ἀεὶ τι ἀγαθὸν καὶ ἐπὶ τὰ βελτίω λέγων περὶ τῶν γεγονότων διατελεῖ.