Ancient Greek
590.5
Aristaenetus, Epistulae 590.5
Unproofread scanNot analysed yet
ἐγὼ δὲ οὐδὲ ἀνθρώπῳ, μήτι δὴ θεῷ, παρακελεύσαίμην ἂν δράν τοῦτο, θεῷ μὲν, ὅτι παρὰ φύσιν προστάττοιμ᾽ ἂν, πόρρω γὰρ ἡδονῆς ἵσταται καὶ λύπης τὸ θεῖον, ἀνθρώπῳ δέ, ὅτι τὰ πολλὰ βλάψην ἡδονὴ καὶ λύπη γεννᾷ, δυσμαθείαν καὶ λήθην καὶ ἀφροσύνην καὶ ὑβριν τίκτουσα ἐν τῇ ψυχῇ. καὶ ταῦτα μὲν οὕτως εἰρήθω παρ᾽ ἐμοῦ περὶ τῆς προσρήσεως· σὺ δ᾽ ἀναγνούς αὐτά, ὅτῃ βούλει δέξασθαι, ταύτῃ δέχου.