Ancient Greek
598.1
Aristaenetus, Epistulae 598.1
Unproofread scanNot analysed yet
τε εἰς τὸ πρόσθε προύβαινον, τοσούτῳ χαλεπώτερον ἐφαίνετο ὁρθῶς εἶναι μοι τὰ πολιτικὰ διοικεῖν· οὔτε γὰρ ἄνευ φίλων ἀνδρῶν καὶ ἐταίρων πιστῶν οὐδὲν τ’ εἶναι πράττειν, οὓς οὐδ’ ὑπάρχοντας ἤν εὑρεῖν εὐπετῆς (οὐ γὰρ ἐτι ἐν τοῖς τῶν πατέρων ἤθει καὶ ἐπιτηδεύμασιν ἡ πόλις ἡμῶν διέκειτο), καינוὺς τε ἄλλους ἀδύνατον ἤν κτᾶσθαι μετὰ τινος βεστώτητος, τὰ τε τῶν νόμων γράμματα καὶ ἦθη διεφθάρειτο καὶ ἐνεδίδου θαυμαστὸν ὅσον, ὥστε με, τὸ πρῶτον πολλῆς μεστὸν ὄντα ὁρμῆς ἐπὶ τὸ πράττειν τὰ κοινά, βλέποντα εἰς ταῦτα καὶ φερόμενα ὁρώμενα πᾶντη πάντας, τελευτῶντα ἠλιγύην, καὶ τοῦ μὲν σκοπεῖν μὴ ἀποστέηναι πῇ ποτὲ ἀμείνον ἂν γίγνοιτο περὶ τε αὐτὰ ταῦτα καὶ δὴ καὶ περὶ τὴν πᾶσαν πολιτείαν, 326 τοῦ δὲ πράττειν αὐ περιμένειν δεῖ καιρούς, τελευτῶντα δὲ νοῆσαι περὶ πασῶν τῶν νῦν πόλεων στί κακῶς ξυμπασαι πολιτεύονται· τὰ γὰρ τῶν νόμων αὐτὰς σχεδὸν ἀνιάτως ἐχοντὰ ἐστιν ἄνευ παρασκευῆς θαυμαστῆς τινὸς μετὰ τύχης. λέγειν τε ἠναγκάσθην, ἐπαινῶν τὴν ὁρθὴν φιλοσοφίαν, ὡς ἐκ ταύτης ἐστι τὰ τε πολιτικὰ δίκαια καὶ τὰ τῶν ἰδιωτῶν πάντα κατιδεῖν. κακῶν οὖν οὐ λήξειν τὰ ἀνθρωπίνα γένη, πρὶν ἂν ἢ τῶν φιλοσοφούντων ὁρθῶς γε καὶ ἀληθῶς γένος εἰς ἀρχὰς ἔλθῃ τὰς πολιτικὰς ἢ τὸ τῶν δυναστευόντων ἐν ταῖς πόλεσιν ἐκ τινος μοίρας θεῖας ὄντως φιλοσοφῇ.