Ancient Greek
609.1
Aristaenetus, Epistulae 609.1
Unproofread scanNot analysed yet
λογιζεσθαι δυνατὸν ἐν αὐτῷ νήφοντα ἀπεργάζηται· τὴν δὲ ἐναντίαν ταύτῃ μιᾶν διατελεῖ. οἱ δὲ ὄντως μὲν μὴ φιλόσοφοι, δόξαις δ' ἐπικεκρωσμένοι, καθάπερ οἱ τῇ σώματι ὑπὸ τοῦ ἡλίου ἐπικεκαυμένοι, ἰδόντες τε ὅσα μαθήματατά ἐστι καὶ ὁ πόνος ἡλίκος καὶ ζῆται ἡ καθ' ἡμέραν ὡς πρέπουσα ἡ κοσμία τῷ πράγματι, γλυκεπὸν ἡγασάμενοι καὶ ἀδύνατον αὐτοῖς οὔτε δὴ ἐπιτιθεῖν δυνατοὶ γίγνονται, 341 ἐνιοὶ δὲ αὐτῶν πεῖθουσι αὐτοὺς, ὡς ἱκανῶς ἀκροατὲς εἰσι τὸ ὅλον καὶ οὐδὲν ἐτι δεόνται τινων πραγμάτων. ἡ μὲν οὖν πείρα αὕτη γίνεται ἡ σαφὴς τε καὶ ἀσφαλεστάτη πρὸς τοὺς τρυφῶντάς τε καὶ ἀδυνάτους διαπονεῖν, ὡς μηδέποτε βαλεῖν ἐν αὐτὰ τὸν δεικνύντα ἀλλ' αὐτὸν αὐτόν, μὴ δυνάμενον πάντα τὰ πρόσφορα ἐπιτιθεῖν τῷ πράγματι. οὕτω δὴ καὶ Διονυσίῳ τούτ' ἐρρήθη τὰ ῥηθέντα. πάντα μὲν οὖν οὔτ' ἐγὼ διεξῆλθον οὔτε Διονύσιος ἀδειτο· πολλὰ γὰρ αὐτὸς καὶ τὰ μέγιστα εἰδέναι τε καὶ ἱκανῶς ἔχειν προεποιεῖτο διὰ τὰς ὑπὸ τῶν ἄλλων παρακοάς· ὕστερον δὲ καὶ ἀκούειν γεγραφάμεν αὐτὸν περὶ ὧν τότε ἤκουσε, συνδέντα ὡς αὐτοῦ τέχνην, οὐδὲν τῶν αὐτῶν ὧν ἀκούει· οἷα δὲ οὐδὲν τούτων. ἄλλους μὲν τινὰς οἷδα γεγραφότας περὶ τῶν αὐτῶν τούτων, οὕτως δέ, οὐδ' αὐτοὶ αὐτοὺς· τοσούδε γε μὴν περὶ πάντων ἐγὼ πράξειν τῶν γεγραφότων καὶ γραφόντων, ὅσοι φαίν εἰδέναι περὶ ὧν ἐγὼ σπουδάζω, εἰτ' ἐμοῦ ἀκροατὲς εἰτ' ἄλλων εἰτ' ὡς εὑρόντες αὐτοί, τούτους οὐκ ἔστι κατὰ γε τὴν ἐμὴν δόξαν περὶ τοῦ πράγματος ἐπαίνειν οὐδέν. οὐκοῦν ἐμὸν γε περὶ αὐτῶν ἐστὶ σύγγραμμα οὐδὲ μήποτε γένηται· ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς ἄλλα μαθήματα, ἀλλ' ἐκ πολλῆς συνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαιρήνης, ὅσον ἀπὸ πυρὸς πηδίσαντος ἐξαφθὲν φῶς, ἐν τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει. καίτοι τοσούδε γε οἷδα, ὅτι γραφέντα ἢ λεχθέντα ὑπ' ἐμοῦ βέλτιστ' ἂν λεχθείη, καὶ μὴν ὅτι γεγραμμένα κακῶς οὐχ ἥκιστ' ἂν ἐμὲ λυποῖ. εἰ δὲ μοι ἐφαίνετο γραπτὰ θ' ἱκανῶς εἶναι πρὸς τοὺς πολλοὺς καὶ ῥητά, τί τούτου κάλλιον ἐπέπραχτ' ἂν ἡμῖν ἐν τῷ βίῳ ἢ τοῖς τε ἀνθρώποις μέγα ὀφελος γράψαι καὶ τὴν φύσιν εἰς φῶς πᾶσι προαγαγεῖν· ἀλλ' οὔτε ἀνθρώποις ἠγοῦμαι τὴν ἐπιχειρήσει περὶ αὐτῶν γενομένην ἀγαθόν, εἰ μὴ τισιν ὀλίγοις, ὅποσοὶ δυνατὸν ἀνευρεῖν αὐτοὶ διὰ σιμικρᾶς ἐνδείξεως· τῶν δὲ ἤδη ἄλλων τοὺς μὲν καταρρονήσεως οὐκ ὁρθῶς ἐμπλήσειεν ἂν οὐδαμῇ ἐμμελοῦς, τοὺς δὲ ὑψηλῆς καὶ χαύνης ἐλπίδος, ὡς σέμν' ἄττα μεμαθηκotas. 342 ἐτι δὲ μακρότερα περὶ αὐτῶν ἐν νῷ μοι γέγονεν εἰπεῖν· τάχα γὰρ ἂν περὶ ὧν λέγω σαφέστερον ἂν εἴη τι λεχθέντων αὐτῶν· ἐστι γὰρ τις λόγος ἀληθὴς ἐναντίος τῷ τολμησάντι γράφειν τῶν τοιούτων καὶ ὁτιοῦν, πολλάκις μὲν ὑπ' ἐμοῦ καὶ πρόσθεν ῥηθείς, ἔοικε δ' οὖν εἶναι καὶ νῦν λεκτέος.