Ancient Greek
621.6
Aristaenetus, Epistulae 621.6
Unproofread scanNot analysed yet
11. Πλάτων Λαοδάμαντι εὖ πράττειν. Ἐπέστειλα μὲν σοὶ καὶ πρότερον, ὅτι πολὺ διαφέρει πρὸς ἅπαντα ἃ λέγεις αὐ· δὸν ἀφιέσθαι σε Ἀθήναζε· ἐπειδὴ δὲ σὺ ψῆς ἀδύνατον εἶναι, μετὰ τοῦτο ἤν δεύτερον, εἰ δυνατόν ἐμὲ ἀφιέσθαι ἢ Σωκράτη, ὅσπερ ἐπέστειλας. νῦν δὲ Σωκράτης μὲν ἐστὶ περὶ ἀσθένειαν τὴν τῆς στρατηγίας, ἐμὲ δὲ ἀφικομένον ἐνταῦθα ἀσχηλον ἂν εἴη μὴ διαπράξασθαι ἂφ’ ἧς σὺ παρακαλεῖς. ἐγὼ δὲ ταῦτα γενέσθαι ἂν οὐ πολλὴν ἐλπίδα ἔχω. δι’ ἧ δέ, μακρὰς ἑτέρας δέοιτ’ ἂν ἐπιστολῆς, εἰ τις πάντα διεξίοι· καὶ ἄμα οὐδὲ τῷ σώματι διὰ τὴν ἡλικίαν ἰκανὸς ἔχω πλανᾶσθαι καὶ κινδυνεύειν κατὰ τε γῆν καὶ κατὰ θάλατταν, οἷα ἀπαντᾷ καὶ νῦν πάντα κινδύνων ἐν ταῖς πορείαις ἐστὶ μεστά. συμβουλεύσαι μέντοι ἔχω σοί τε καὶ τοῖς οἰκείοις, (359) ὅ ἐπιόντες μὲν ἐμοῦ, φροῖν Ἡσίοδος, δοξᾶν ἂν εἶναι φαύλων, χαλεπὸν δὲ νοῆσαι. εἰ γὰρ οἴων’ ὑπὸ νόμων θέσεως καὶ ὧν τιτῶν εὖ ποτὲ πολὺν ἂν κατασκευασθῆναι, ἄνευ τοῦ εἶναι τι κύριον ἐπιμελουμένου ἐν τῇ πόλει τῆς καθ’ ἡμέραν διαίτης, ὅπως ἂν ἡ σώφρων τε καὶ ἀνδρικὴ δούλων τε καὶ ἐλευθέρων, οὐκ ὀρθῶς διανοοῦσθαι. τοῦτο δ’ αὖ, εἰ μέν εἰσιν ἤδη ἄνδρες ἀξιοὶ τῆς ἀρχῆς ταύτης, γένοιτ’ ἂν· εἰ δ’ ἐπὶ τὸ παιδεύσαι δεῖ τινός, οὔτε ὁ παιδεύσων οὔτε οἱ παιδευθησόμενοι, ὡς ἐγὼ οἴμαι, εἰσιν ὑμῖν, ἀλλὰ λοιπὸν τοῖς θεοῖς ἐψχεσθαι. καὶ γὰρ σχεδὸν τι καὶ αἱ ἐμπροσθεν πόλεις οὕτως κατεσκευασθῆσαν, καὶ ἐπειτα εὖ ὤχησαν, ὑπὸ ἐμβάσεων πραγμάτων μεγάλων καὶ κατὰ πόλεμον καὶ κατὰ τὰς ἄλλας πράξεις γενομένων, ὅταν ἐν τοιούτοις καιροῖς ἄνηρ καλὸς τε καὶ ἀγαθὸς ἐγγένῃται μεγάλων δυνάμιν ἔχων. τὸ δ’ ἐμπροσθεν αὐτὰ προθυμεῖσθαι μέν γρη καὶ ἀνάγκη, διανοεῖσθαι μέντοι αὐτὰ οἷα λέγω, καὶ μὴ ἀνοηταίνειν οἰομένους τι ἐτοίμως διαπράξασθαι. εὐτύχει.