Ancient Greek
624.1
Aristaenetus, Epistulae 624.1
Unproofread scanNot analysed yet
ἡ δὲ ὀκτάκις, ἡ δὲ σμικρὸν πρὸς τρισὶν ἑτέροις, ἡ δὲ οὐπω ἐνιαυσία. ταύτας ἐκδοτέον ἐμοὶ ἐστι καὶ τοῖς ἐμοῖς ἐπιτηδείοις, αἷς ἂν ἐγὼ ἐπιδιώ· αἷς δ' ἂν μή, χαρόντων. καὶ ὧν ἂν γένωνται οἱ πατέρες αὐτῶν ἐμοῦ πλουσιώτεροι, οὐκ ἐκδοτέον· τὰ δὲ νῦν ἐγὼ αὐτῶν εὐπορώτερος, καὶ τὰς μητέρας δὲ αὐτῶν ἐγὼ ἐξέδωκα καὶ μετ' ἄλλων καὶ μετὰ Δίωνος. ἡ μὲν οὖν Σπευσίππω γαμεῖται, ἀδελφῆς οὖσα αὐτῷ θυγάτηρ. δει δὲ ταύτην οὐδὲν πλέον ἢ τριάκοντα μνῶν· μέτριοι γὰρ αὐταὶ ἡμῖν προῖκες. ἐπὶ δὲ ἐὰν ἡ μήτηρ τελευτήσῃ ἡ ἐμή, οὐδὲν αὐ πλείονος ἢ δέκα μνῶν δεῖσιν εἰς τὴν οἰκοδομίαν τοῦ τάφου. καὶ περὶ ταῦτα τὰ μὲν ἐμὰ ἀνάγκαια σχεδὸν τι ἐν τῷ νῦν ταῦτά ἐστιν· ἐὰν δὲ τι ἄλλο γίγνηται ἴδιον ἢ δημόσιον ἀνάλογμα διὰ τὴν παρὰ σὲ ἀρίξιν, ὥσπερ τότε ἔλεγον δεῖ ποιεῖν, ἐμὲ μὲν διαμάχεσθαι, ὅπως ὡς ὀλίγιστον γένηται τὸ ἀνάλογμα· ὁ δ' ἂν μὴ δύνωμαι, σὴν εἶναι τὴν ὀαπάνην.