Ancient Greek
625.6
Aristaenetus, Epistulae 625.6
Unproofread scanNot analysed yet
Ἔρρωσο καὶ φιλοσόφει καὶ τοὺς ἄλλους προτρέπου τοὺς νεωτέρους, καὶ τοὺς συσφαιριστὰς ἀσπάζου ὑπὲρ ἐμοῦ, καὶ πρόσταττε τοῖς τε ἄλλοις καὶ Ἀριστοκρίτῳ, ἐὰν τις παρ’ ἐμοῦ λόγος ἢ ἐπιστολὴ ἢ παρὰ σέ, ἐπιμελεῖσθαι ὅπως ὡς τάχιστα σὺ αἴσθῃ, καὶ ὑπομιμνήσκειν σε ἵνα ἐπιμελῇ τῶν ἐπισταλέντων. καὶ νῦν Λεπτίνῃ τῆς ἀποδόσεως σὺ ἀργυρίῳ μὴ ἄμελήσης, ἀλλ’ ὡς τάχιστα ἀπδός, ἵνα καὶ οἱ ἄλλοι πρὸς τοῦτον ὁρῶντες προθυμότεροι ὡσιν ἡμῖν ὑπηρετεῖν.