Ancient Greek
694.1
Aristaenetus, Epistulae 694.1
Unproofread scanNot analysed yet
ρέσει σου, καὶ συναθροίσαντες τὸ πλῆθος ἀνέγνωμεν αὐτήν, ἐμφανίζοντες αὐτῷ ἤν ἔχει πρὸς τὸν θεὸν εὐσέβειαν. ἐπεδείξαμεν δ' αὐτῷ καὶ τὰς φιάλας ἃς ἐπεμψας χρυσᾶς εἴκοσι καὶ ἀργυρὰς τριάκοντα καὶ κρατήρας πέντε καὶ τράπεζαν εἰς ἀνάθεσιν, ἃ τε εἰς θυσίαν καὶ εἰς ἐπισκευὴν τῶν ἂν δέχται τὸ ἱερὸν, τάλαντα ἑκατὸν, ἅπερ ἔκομισαν Ἀνδρέας καὶ Ἀρισταῖος οἱ τιμιώτατοί σου τῶν φίλων, ἄνδρες ἀγαθοὶ καὶ παιδεῖα διαφέροντες καὶ τῆς σῆς ἀρετῆς ἀξιοι. ἴσθι δ' ἡμᾶς τὸ σοι συμφέρον, κἂν ἢ τι παρὰ φύσιν, ὁποιενοῦντας· ἀμεῖδεσθαι γὰρ ἡμᾶς δεῖ τὰς σὰς εὐεργεσίας, πολυμερῶς εἰς τοὺς ἡμετέρους πολίτας κατατεθεῖσας. εὐθὺς οὖν ὑπὲρ σοῦ καὶ τῆς ἀδελφῆς σου καὶ τῶν τέκνων καὶ φίλων προσηγάγομεν θυσίας, καὶ τὸ πλῆθος εὐχὰς ἐποιήσατο γενέσθαι σοι τὰ κατὰ νοῦν καὶ φυλαχθῆναι σου τὴν βασιλείαν ἐν εἰρήνῃ, τὴν τε τοῦ νόμου μεταγραφὴν ἐπὶ συμφέροντι τῷ σῷ λαβεῖν ὁ προαιρῆ τέλος. ἐπελεξάμην δὲ καὶ πρεσβυτέρους ἄνδρας ἐξ ἀπὸ φυλῆς ἑκάστης, οὓς πεπόμφαμεν ἔχοντας τὸν νόμον. ἔσται δὲ τῆς σῆς εὐσεβείας καὶ δικαιοσύνης τὸ μεταγραφέντα τὸν νόμον εἰς ἡμᾶς ἀποπέμψαι μετὰ ἀσφαλείας τῶν κομιζόντων. ἔρρωσο.