Ancient Greek
697.1
Aristaenetus, Epistulae 697.1
Unproofread scanNot analysed yet
Σικελικῆς πολυτελείας, ἃς οὐκ ἔχρῆν τυ γενέ-σθαι δεύτερον. (7) λέγουσι δὲ πολλοὶ τυ καὶ δαμωσίαφιλοσοφῆν, τόπερ ἀπαξίωσε Πυθαγόρας, ὃς γε Δαμοὶτῇ ἑαυτοῦ θυγατρὶ τὰ ὑπομνήματα παρακαταθέμενοςἐπέσκαψε μηδενὶ τῶν ἐκτὸς τῆς οἰκίας παραδιδόμεν. ἃδὲ δυναμένα πολλῶν χρημάτων ἀποδόσθαι τὸς λόγουςοὐκ ἐδουλάθη, πενίαν δὲ καὶ τὰς τῶ πατρὸς ἐπισκαψίαςἐνόμιζε χρυσῷ τιμιωτέρας ἡμεν. φαντὶ δὲ ὅτι καὶΔαμὼ θάνασκουσα Βιστάλᾳ τῇ ἑαυτῆς θυγατρὶ τὰναὐτὰν ἐπιστολὰν ἐπέστειλεν. ἄμεις δὲ ἄνδρες ὄντεςοὐ γνασίως αὐτῷ ποτιφερόμεθα, ἀλλὰ παραβάται τῶνδμολογιῶν γινόμεθα. εἰ μὲν οὖν μεταβαλαιο, χαρή-σῶμαι, εἰ δὲ μή, τέθνακάς μοι.