Ancient Greek
700.1
Aristaenetus, Epistulae 700.1
Unproofread scanNot analysed yet
τὸ σοὶ πρέπον, οὐ τὸ ἐκείναις συμφέρον ἐξυπηρετη-τέον. τιμῶν μὲν γὰρ δεῖ θεραπαινίας τὸ κατ' ἀξίαν· τὸ μὲν γὰρ ὧμὸν οὐκ οἶσει τῷ θυμῷ χάριν, τὸ δὲ μι-σπόντρον οὐχ ἥττον δὲ λόγισμός βραδεύει. ἔαν δὲ ἡὑπεροβολὴ τῆς κακίας τῶν θεραπαινῶν ἀνίκητος ἦ, ἐξο-ριστέον μετὰ πράξεως· τὸ γὰρ ἀλλοτρίον τῆς χρείαςἀλλοτριωθῶ καὶ τῆς κυρίας. ἔστω δὲ σοι γνώμητοῦδε πρόεδρος, καθ' ἣν γνώση τὸ μὲν ἀληθὲς τῆς ἀμαρ-τίας πρὸς τὸ τῆς καταγνώσεως δίκαιον, τὸ δὲ τῶνἁμαρτημένων μέγεθος πρὸς τὸ κατ' ἀξίαν τῆς χολά-σεως. (4) δεσποτικὰ δὲ καὶ συγγνώμη καὶ χάρις ἐφ'ἁμαρτημένους ζημίας ἀπαλλάττουσι, οὕτω δὲ καὶ τὸπρέπον καὶ τὸ οἰκεῖον τοῦ τρόπου διαφυλάξει. ἐνὶν γάρ,ὡ φίλη, ὑπ' ὠμότητος καὶ μαστείουσι τὰ τῶν θερα-παινῶν σώματα, θυριοῦμεναι διὰ ζήλον ἢ θυμόν,οἷον ὑπομνηματογραφοῦμεναι τὴν ὑπεροβολὴν τῆς πι-κρίας· αἱ μὲν γὰρ ἀνηλώθησαν χρόνῳ διαπονοῦμεναι,αἱ δὲ φυγὴν τὴν σωτηρίαν ἔποισαντο, τινὲς δὲ ἐπαυ-σαντο τοῦ ζῆν αὐτόχειρι. ὁανᾶτω μετασταθῆναι, καὶλοιπὸν ἡ τῆς δεσποίνης μόνως ὀδυρομένης τὴν οἰ-κείαν ἀδουλίαν ἔρημον μετάνοιαν ἔχει. (5) ἀλλ', ὦφίλη, ἵσθι μιμουμένη τὰ ὄργανα, ἃ διαφωνεῖ μᾶλλονἀνεμένα, ἐκρήττεται δὲ μᾶλλον ἐπιτεινόμενα. καὶγὰρ ἐπὶ τῶν θεραπαινῶν ταύτῶν ἡ μὲν ἄγαν ἄνεσιςδιαφωνίαν ἐμποιεῖ τῆς πειθαρχίας, ἡ δὲ ἐπίτασις τῆςἀνάγκης διάλυσις τῆς φύσεως. καὶ ἐπὶ τούτου δεῖνοεῖν, μέτρον δ' ἐπὶ πᾶσιν ἄριστον. ἔρρωσο.