Ancient Greek
709.2
Aristaenetus, Epistulae 709.2
Unproofread scanNot analysed yet
ζ' Σωκράτους. Σὲ μὲν οὐ θαυμαστὸν ἐπιστέλλειν ὑπὲρ ὧν γράφεις, τὴν γὰρ αὐτὴν ὑπολαμβάνεις γνώμην ἣν παρόντος σου πρὸς ἡμᾶς εἶχον καὶ νῦν ἀπόντος φυλάττειν ἐτι τοὺς τριάκοντα· ἐμοὶ δὲ συνέβη μετὰ τὴν σὴν ἀποχώρησιν εὐθὺς ὑποπτευθῆναι, καὶ τις λόγος ἐν αὐτοῖς διῆλθεν ὡς οὐ χωρὶς Σωκράτους ταῦτ’ εἶν πεπραγμένα. ἡμέραις δ’ οὐ πολλαῖς ὑστερον ἀνακαλεσάμενοί με εἰς τὴν θόλον ἤγον καὶ περὶ τούτων ἐμέμφοντο, καὶ ἐμοῦ ἀπολογουμένου ἱέναι με ἐκέλευον εἰς Πειραιᾶ καὶ Λέοντα συλλαμβάνειν. ἦν δὲ ἡ γνώμη αὐτῶν ἐκείνων μὲν ἀποκτινύναι καὶ τὰ χρήματα αὐτοὺς ἔχειν, ἐμὲ δὲ κοινωνὸν ποιέσθαι τοῦ ἀδικήματος. (2) παραιτουμένου δὲ μου καὶ τι τοιούτων εἰπόντος, ὡς οὐκ ἂν ἐκιν ποτε ἔργῳ ἐπιγραφεῖν ἀδίκῳ, παρῶν ὁ Χαρικλῆς καὶ ἰδία ἀγανακτήσας «ἦπου οὐδὲν, ὦ Σώκρατες, »ἔφη «ἤγὴ κακῶν δύνασθαι παθεῖν οὕτως αὐθαδῶς διαλεγόμενος; »κἀγὼ «μωρία μὲν οὖν, νὴ Δί’ »εἶπον, «ὦ Χαρικλεῖς, οὐ μέντοι τοσοῦτόν γε οὐδέν, ὀπηλίκον εἰ ἀδίκησον. »ἀπεκρίνατο μὲν οὖν οὐδὲν οὐδὲ εἰς αὐτῶν, δοκοῦσι δὲ μοι οὐχ ὁμοίως ἐξ ἐκείνου τοῦ χρόνου διακεῖσθαι. (3) περὶ δὲ ἡμῶν οἱ παρόντες διήγγελλον κατὰ γνώμην ἄχρι νῦν χωρεῖν τὰ πράγματα· ἔλεγον γὰρ ὅτι οἱ Θηβαῖοι καταφυγόντας ὑμᾶς ἀσμένως ἀπεδέξαντο καὶ κατισῦσι πᾶση προθυμία