Ancient Greek
715.2
Aristaenetus, Epistulae 715.2
Unproofread scanNot analysed yet
Καὶ οἱ περὶ Γρύλλον τὸν υἱέα μου ἐποίουν ὅπερ ἦν εἰκὸς αὐτοὺς ποιεῖν, καὶ ὑμεῖς δὲ εὖ πράττετε γράψαντες ἡμῖν τὰ περὶ Σωκράτους. δεῖ μέντοι γε ἡμᾶς ἀνδρᾶς ἀγαθοὺς γίνεσθαι κακείνον μὲν ἐπαινεῖν ὡν ἐδίωτε σωφρόνως καὶ ὁσίως καὶ εὐσεβῶς, αἰτιᾶσθαι δὲ καὶ ψέγειν τὴν τύχην καὶ τοὺς ἐπισυστάντας αὐτῷ, οὐδὲ εἰς μαχρὸν τίσοῦσι δίκην. δεῖνόν δὲ ποιοῦνται καὶ Λακεδαιμόνιοι (τὸ γὰρ πᾶθος ἤδη ἀγρί καὶ δεῦρο διέκται) καὶ κακίζουσι τὸν δῆμον ἡμῶν, λέγοντες, ὡς πάλιν ἀφραίνει, ἐπεὶ τὸν σοφώτατον καὶ παρὰ τῆς Πυθίας μαρτυρηθέντα σωφρονέστατον ἐπεῖθῆσαν ἀποκτιννύναι. 2 εἰ τοῦ δεόντου οἱ Σωκράτους ἑταῖροι ὧν ἐπέψαμεν, σημαίνετόν μοι· ἐπιχωρήσομεν γάρ, ἐπειδὴ τοῦτο καλὸν καὶ ἀναγκαῖόν ἐστιν. εὖ ποιεῖτε τὸν Αἰσχίνην ἔχοντες ἐν αὐτοῖς, ὥστε γράφειν μοι· δοκεῖ μέντοι χρήναι ἡμᾶς συγγράφειν ἄ ποτε εἶπεν ἄνὴρ καὶ ἐπραξε, καὶ αὕτη ἀπολογία γένοιτ’ ἄν