Ancient Greek
716.4
Aristaenetus, Epistulae 716.4
Unproofread scanNot analysed yet
Εἰδὼς ὅπως εἶχες πρὸς Σωκρατὴν ζῶντα καὶ πρὸς ἡμᾶς τοὺς ἐκείνου φίλους, καὶ ὅτι κατὰ τὸ εἴδος ἐθαύμασάς τε καὶ ἐχρετλιασας εἰ ὁ πρὸς σὲ τε καὶ τὸν Κέτον Πρόδικον καὶ Πρωταγόραν τὸν Ἀβδηρίτην διαμαχόμενος περὶ ἀρετῆς, ἥ ἂν γένοιτο καὶ ὅπως ἂν γένοιτο καὶ ὅτι χρὴ ταύτης πάντας ἐρίσθαι, οὕτως ὡς πονηρότατος καὶ ἀμαθέστατος τοῦ καλοῦ καὶ τοῦ δικαίου πρὸς τε θεοὺς καὶ πρὸς ἀνθρώπους τοὺς ἕνδεκα δόξαν ἀνερβή, ἔγραψά σοι πυθόμενος ὅτι οἴκοι εἶχες ἐν Χίῳ, περὶ τῶν ἔπειτα, ἵνα ἡσθείης. (2) Ἀθηναῖοι γὰρ ἤδη ποτὲ ἀρτυνῶσαντες Ἄνυτόν τε καὶ Μέλητον ὡς ἀνοσιουργοὺς προσκαλεσάμενοι ἀπέτειναν ὅτι αἰτιοὶ τῇ πόλει ἐγένοντο τοσούτου κακοῦ. προσφάσεις δὲ αὐταὶ κατ’ αὐτῶν εὑρέθησαν· κατηφεῖς μὲν γὰρ Ἀθηναῖοι περιῆσαν μετὰ τὸν θάνατον αὐτοῦ παρὰ πάντων εὐθυνόμενοι τῶν γενομένων, ὅτι ἄρα οὐκ ἐχρὴν οὐκ ἀδικοῦντα αὐτὸν κατηγορηθῆναι, μὴ ὅτι ἀποκινυ-