Ancient Greek
718.2
Aristaenetus, Epistulae 718.2
Unproofread scanNot analysed yet
θ' Τοῦ αὐτοῦ. Ἦκε, θαυμασιώτατε, παρ' ἡμᾶς· πεποίηται γὰρ ἡμῖν ἱερὸν τῆς Ἀρτέμιδος μᾶλα ἀριπρεπές, καὶ περίφωτος ὁ χώρος καὶ ἀνεῖται ἱερὸς εἶναι. καὶ τὰ ὄντα ἡμᾶς διαδοσκήσει· ὡς γὰρ Σωκράτης ἔλεγεν, εἰ μὴ ἀρκέσει ἡμῖν ταῦτα, ἡμεῖς αὐτοῖς ἀρκέσομεν. ἔγραψα δὲ καὶ Γρύλλῳ τῷ υἱῷ καὶ τῷ ἑταίρῳ, εἰ τοῦ δέοιο, παρέχειν σοι. Γρύλλῳ δ' ἔγραψα, ἐπειδὴ ἀπὸ νέου ἐτι κομιδὴν εἰς αὐτὸν ἐβάλλου καὶ φιλεῖν ἔλεγε. ἔρρωσο.