Ancient Greek
718.6
Aristaenetus, Epistulae 718.6
Unproofread scanNot analysed yet
κα. Ξενοφῶν Ξανθίππῃ. Εὐφρονὶ τῷ Μεγαρεῖ ἔδωκα ἀλφίτων χοίνικας ἐξ καὶ δραχμὰς ὀκτὼ καὶ ξιφωίδα καινήν, τὸ χεῖμά σοι διαγαγεῖν. ταῦτα οὖν λάβε καὶ ἴσθι Εὐκλειδὸν καὶ Τερψιῶνα πᾶνν καλῶ τε κάγαθῶ ἀνδρὸς καὶ σοὶ τε καὶ Σωκράτει εὐνω. ἄνιχα δ' ἂν οἱ παῖδες θέλοιεν παρ' ἡμᾶς ἔναι, μὴ κώλυε· οὐ γὰρ πόρρω ἐστὶν ἔναι εἰς Μέγαρα. τῶν δὲ πολλῶν σοι διακρῶν, ὡς γαθὴ, ἀλις· ὄνησει γὰρ οὐδὲν, σχεδὸν δὲ τι καὶ βλάψει. ἀναμιμνήσκου γὰρ ὧν ἔλεγε Σωκράτης, καὶ τοῖς ἤθεσιν αὐτοῦ καὶ τοῖς λόγοις πειρῶ ἀκολουθεῖν, ἐπεὶ λυπουμένη παρ' ἕκαστα καὶ σεαυτὴν ἀδικήσεις· ὅτι μάλιστα καὶ τοὺς παῖδας. (2) οὗτοι γὰρ οἷονεὶ νεοττοὶ εἰσι Σωκράτους, οὓς δεῖ οὐ μόνον τρέφειν ἡμᾶς, ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς αὐτοῖς πειρασθαι παραμένειν. ὡς εἰ σὺ ἢ ἐγὼ ἢ ἄλλος τις, ὅτῳ μέλει τελευτήσαντος Σωκράτους τῶν παίδων, ἀποθάνοι, ἀδίκησονταί οὗτοι ἔρημοι γενόμενοι τοῦ βοηθοῦντος καὶ ὁρέωντος ὁμιλογουμένου. ὧν πειρῶ ζῆν αὐτοῖς. τοῦτο δὲ οὐκ ἂν ἄλλως γένοιτο, εἰ μὴ τὰ πρὸς τὸ ζῆν αὐτὴ παρέχοις. λύπη δὲ δοκεῖ τῶν ἐναντίων ζωὴ εἶναι, ὅπου βλάπτονται ὑπ' αὐτῆς οἱ ζῶντες. (3) Ἀπολλόδωρος δὲ μαλακὸς ἐπικαλούμενος καὶ Δίων ἐπαινέσει σε, διότι παρ' οὐδενὸς οὐδὲν λαμβάνεις, φῆς δὲ πλουτεῖν. καὶ εὖ ποιεῖς· εἰς ὅσον γὰρ ἐγὼ τε καὶ οἱ ἄλλοι φίλοι ἰσχύομεν ἐπικουρεῖν σοι, δεήσει οὐδενός. θάρρει οὖν, ὦ Ξανθίππη, καὶ μηδὲν καταβάλης τῶν Σωκρατικῶν καλῶν, εἰδὼς ὡς