Ancient Greek
719.4
Aristaenetus, Epistulae 719.4
Unproofread scanNot analysed yet
χγ' Αἰσχίνης Φαίδωνι. Ὅποτε ἐγενόμην ἐν Συρακούσαις, εὐθέως κατὰ τὴν ἀγορὰν Ἀριστίππῳ ἐνέτυχον, ὃ δὲ λαβόμενος μὲν τῆς δεξιᾶς παραγρήμα μηδὲν μελλήσας εἰσάγει πρὸς Διονύσιον, καὶ φασιν αὐτῷ «ὦ Διονύσιε, εἰ τις ἀφίκοιτο παρὰ σέ, ἵνα σε ἄφρονα ποιήσῃ, ἂρ’ οὗτος οὐχὶ κακὰ σε ἐργάζεται; »εὐθέως ὁμολογεῖ ὁ Διονύσιος. «τί οὖν »ἔφη ὁ Ἀριστίππος «αὐ τοῦτον ἂν ἐργάσαι; »«τὰ κάκιστα γε »ἔφη. «τί δ’ εἰ τις »ἔφη «ἀφίκοιτο φρόνιμόν σε ποιήσει, ἂρὰ γε οὗτος ἂν ἀγαθὰ σε ἐργάζοιτο; »πάλιν ὁμολογήσαντος τοῦ Διονυσίου «καὶ μὴν »ἔφη «οὗτος Αἰσχίνης τῶν Σωκράτους γνωρίμων ἤκει φρόνιμόν σε ποιήσει, ὥστε καὶ ἀγαθὰ σε ἐργάζοιτο· εἰ δὲ ταῦτα δικαίως, ἄτινα ὁμολογήσας μοι ἐν τῷ λόγῳ, Αἰσχίνην εὖ ποιήσεις. »(2) χαίρῶν ὑπολαβὼν ἔφη «ὦ Διονύσιε, ἐταιρικόν τι καὶ θαυμαστὸν ποιεῖ Ἀριστίππος οὗτος συλλαμβάνων μοι· ἡμῖν δὲ οὐ τοσαύτη ἐστὶ σοφία, ἀλλ’ ὁποσὴ μὴ ἀδικησαί τινα ἐν τῇ συνουσίᾳ. »ἀγόμενος δὲ με τοῦ εἰρημένου ἔφη ὁ Διονύσιος καὶ Ἀριστίππον ἐπαίνειν [τῶν εἰρημένων] καὶ ἐμὲ εὖ ποιήσειν ἄτινα ὁμολόγησεν ἐν τῷ πρὸς Ἀριστίππον λόγῳ. οὗτος οὖν ἤκουσεν ἡμῶν τοῦ Ἀλδεῖν