Ancient Greek
721.2
Aristaenetus, Epistulae 721.2
Unproofread scanNot analysed yet
κζ'. Τοῦ αὐτοῦ. Πολλάκις ἀναγγέλλοντος τοῦ Ἀθηνodoroῦ τὴν ὑμετέραν προαίρεσιν, ἐδοκίμαζον γράφειν πρὸς ὑμᾶς ἀσπάσασθαι τε καὶ προσαγορεύσαι καὶ διὰ τὴν πρὸς ἐμὲ συνήθειαν ἧς φαίνεσθε μνημονεύειν, καὶ διότι περὶ Διονυσίου ὁμοιοι διαμένετε ταῖς εὐνοίαις. ἥθους γὰρ χρήνει οὐδέμια ἀχρειεστέρων ἡγοῦμαι τὴς ἐν φιλίᾳ βεβαιότητος, ἧς ὑμᾶς αἰσθάνομαι καὶ παρὰ τὴν ἡλικίαν ἐπιμελουμένους. ὡς οὖν καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἄλλην ἐπικειμένην ὑμῖν, ἣν πυθάνομαι πολὺ μᾶλλον νῦν ἢ πρότερον, ἀπερχομένου μου πειράσθε καὶ τὸν ὑπόλοιπον χρόνον εἶναι τοιούτοι, νομίζοντες ἐλευθερωτάτην ἐπικαρπίαν εἶναι τῆς τοιαύτης διαθέσεως τὴν παρὰ τῶν εὖ ζώντων εὐφημίαν.